Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.11
Not analysed yet
Εἰ τοίνυν τὸ βάθος ἄπειρον τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως καὶ τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος καὶ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, οὐ τὸν ἐμὸν καὶ τὸν σὸν καὶ τοῦ δεῖνος, οὐδὲ τὸν τοῦ Παύλου καὶ Πέτρου μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων, ποίαν ἕξεις αὐτὸς ἀπολογίαν, εἰπέ μοι; τίνα δὲ συγγνώμην, τοσαύτῃ κεχρημένος μανίᾳ καὶ ἀπονοίᾳ, τὰ ἀνεξιχνίαστα βουλόμενος καταλαβεῖν καὶ περὶ πάσης τῆς τοῦ Θεοῦ προνοίας λόγον ἀπαιτῶν;