Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.16
Not analysed yet
Ὁρᾷς πόσην ἀπαιτεῖ τὴν ὑπακοήν; πόσην τὴν σιγήν; Οὐ γὰρ δὴ τὸ αὐτεξούσιον ἡμῶν ἀναιρῶν τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ δηλῶν ὅτι τὸν ταῦτα ζητοῦντα οὕτως ἄφωνον εἶναι δεῖ, ὡς ἡ τοῦ πηλοῦ φύσις, ἑπομένη ᾗπερ ἂν ὁ τεχνίτης ἄγῃ, μὴ ἀντιτείνοντα, μηδὲ περιεργαζόμενον. Διὸ καὶ τῆς φύσεως ἡμᾶς ἀναμιμνῄσκει τῆς ἡμετέρας, καὶ πηλοῦ μέμνηται καὶ κεραμέως. Καίτοι γε κεραμέως καὶ πηλοῦ ἡ αὐτὴ οὐσία.