Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.17
Not analysed yet
Εἰ δὲ ἔνθα ἡ αὐτὴ οὐσία, τοσαύτη ἡ ὑπακοή· ἔνθα ἄπειρον τὸ μέσον καὶ οὐσίας καὶ γνώσεως καὶ τῶν ἄλλων ἁπάντων, ποίας τεύξεται συγγνώμης ὁ οὕτως ἰταμὸς καὶ ἀναιδὴς ὥστε πολυπραγμονεῖν τὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ; Ἐννόησον, ὦ ἄνθρωπε, τίς εἶ· τοῦτο γὰρ δηλοῖ δι' ὧν λέγει· «Σὺ τίς εἶ;» Οὐχὶ πηλός; οὐχὶ τέφρα καὶ σποδός; οὐχὶ κόνις; οὐ καπνός; οὐ χόρτος; οὐκ ἄνθος χόρτου;