Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.6
Not analysed yet
Ἰδὼν γὰρ πέλαγος ἀχανὲς ἀνεωχθέν, καὶ ἐν αὐτῷ τῷ μέρει τούτῳ καὶ πρὸς αὐτὸ τῆς προνοίας αὐτοῦ ταύτης τὸ βάθος διακύψαι βουληθείς, ὥσπερ τινὶ σκοτοδίνῳ κατασχεθεὶς τῷ ἀρρήτῳ τῆς οἰκονομίας ταύτης καὶ θαυμάσας καὶ ἐκπλαγεὶς τὸ ἄφατον, τὸ ἀπέραντον, τὸ ἄρρητον, τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ σοφίας τε καὶ προνοίας, ἀπεπήδησε, ταύτας ἀφεὶς τὰς φωνὰς καὶ μετὰ πολλῆς τῆς ἐκπλήξεως ἀνακεκραγὼς ταῦτα τὰ ῥήματα· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.»