Ancient Greek
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 2.7
Not analysed yet
Εἶτα δεικνὺς ὅτι τὸ βάθος μὲν εἶδε, πόσον δὲ μαθεῖν οὐκ ἠδυνήθη, ἐπήγαγεν· «Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Οὐκ εἶπεν ἀκατάληπτα μόνον, ἀλλὰ καὶ «Ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.» Οὐ μόνον γὰρ καταλαβεῖν τις οὐ δύναται, ἀλλ' οὐδὲ ἀρχὴν ἐρεύνης ποιήσασθαι· ὥστε οὐ μόνον εἰς τὸ πέρας τις ἐλθεῖν οὐκ ἰσχύει, ἀλλ' οὐδὲ τὴν ἀρχὴν ἐξιχνιάσαι τῶν οἰκονομιῶν αὐτοῦ.