Ancient Greek
Chapter 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 20.10
Not analysed yet
Καὶ τί λέγω τῶν Ἰουδαίων τὸν δῆμον καὶ ἄρχοντας; Εἷς σκηνορράφος, περὶ δέρματα ἠσχολημένος, ὁ Παῦλος —τί δὲ σκηνορράφου εὐτελέστερον; —τοσαύτῃ ἐκέχρητο τῇ μανίᾳ ὡς σύρειν ἄνδρας καὶ γυναῖκας καὶ παραδιδόναι εἰς φυλακήν· καὶ ὁ σταυρωθεὶς ἠνείχετο ταῦτα ὁρῶν. Ἀλλὰ ὅρα πῶς μετὰ ταῦτα οὗτός τε ὁ διώκτης πάντας ὑπερηκόντισε καὶ τὸ πρᾶγμα ὑπὲρ τὸν ἥλιον διέλαμψε καὶ πᾶσαν κατέσχε τὴν οἰκουμένην.