Ancient Greek
Chapter 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 20.9
Not analysed yet
Εἰ γὰρ καὶ τὸ καταπέτασμα ἐσχίσθη τοῦ ναοῦ τότε καὶ πέτραι ἐρράγησαν καὶ ἥλιος ἐσκοτίσθη, ἀλλὰ ταῦτα ἐν μιᾷ ἡμέρᾳ καὶ ἐν λήθῃ γέγονε παρὰ τοῖς πολλοῖς. Μετὰ δὲ ταῦτα εὐθέως ἐν φυγῇ οἱ ἀπόστολοι, ἐν διώξεσι, ἐν πολέμοις, ἐν ἐπιβουλαῖς, λανθάνοντες, κρυπτόμενοι, δεδοικότες, οὕτω τὸν λόγον ἐκήρυττον· καὶ ἐν δυναστείᾳ πολλῇ τῶν Ἰουδαίων ὁ δῆμος, ἀγόντων, περιαγόντων, ἑλκόντων, σπαραττόντων τοὺς πιστεύοντας. Καὶ γὰρ τοὺς ἄρχοντας μεθ' ἑαυτῶν ἔχοντες, καθ' ἑκάστην ἡμέραν ἦγον καὶ περιῆγον τοὺς ἀποστόλους.