Ancient Greek
Chapter 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 20.2
Not analysed yet
Ὅ τε γὰρ κρατῶν τότε τὸ σκῆπτρον, τὸ μυστήριον τῆς ἀνομίας ἦν—οὕτω γὰρ αὐτὸν ὁ Παῦλος ἐκάλεσε—πᾶν εἶδος κακίας ἐπελθὼν καὶ πάντας ἀποκρύψας τῇ πονηρίᾳ, ἀλλ' οὐδὲν οὔτε τὴν Ἐκκλησίαν, οὔτε τοὺς γενναίους ἐκείνους ἄνδρας τοῦτο παρέβλαψεν, ἀλλὰ καὶ λαμπροτέρους ἀπέφηνεν· οἵ τε ἱερεῖς τῶν Ἰουδαίων οὕτω φαῦλοι καὶ πονηροί τινες ἦσαν ὡς κελεύεσθαι τοὺς λαοὺς τὸν ζῆλον αὐτῶν τοῦ βίου φεύγειν·