Ancient Greek
Chapter 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 20.3
Not analysed yet
«Ἐπὶ γὰρ τῆς Μωυσέως καθέδρας, φησὶν ὁ Σωτήρ, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε»· καίτοι τί γένοιτ' ἂν πονηρότερον ἱερέων, ὧν ὁ ζῆλος ἀπολλύειν ἔμελλε τοὺς μιμουμένους; Ἀλλ' ὅμως καὶ τοιούτων ὄντων τῶν τότε κρατούντων, οἱ λάμψαντες, οἱ στεφανωθέντες οὐδὲν παρεβλάβησαν, ἀλλὰ μειζόνως ἐδοξάσθησαν. Οὐ τοίνυν ξενίζεσθαι χρὴ τοῖς γινομένοις. Πανταχοῦ γὰρ πειρασμοὶ τοῖς νήφουσίν εἰσι παρεζευγμένοι ἀπὸ τῶν οἰκείων, ἀπὸ τῶν ἀλλοτρίων.