Ancient Greek
Chapter p
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4
Not analysed yet
Πῶς καὶ τίνι τρόπῳ; τὸ τοῦ λόγου κατασκευάζοντες φάρμακον, τὸ ταῦτα πάντα γινόμενον τοῖς νοσοῦσι καὶ ἄμεινον ἢ τὰ εἰρημένα ἅπαντα. Καὶ γὰρ καὶ ἄρτου τρέφει μᾶλλον καὶ φαρμάκου διορθοῦται πλέον καὶ πυρὸς εὐτονώτερον καίει, ἀλγηδόνα μὲν οὐδεμίαν παρέχων, τῶν δὲ πονηρῶν λογισμῶν τὰ δυσώδη ῥεύματα ἀναστέλλων· καὶ σιδήρου τομώτερον τέμνει τὰ σεσηπότα ἀνωδύνως καὶ τοῦτο ποιοῦν δαπάνην οὐδεμίαν ἐργάζεται χρημάτων, οὐδὲ ἐπιτρίβει πενίαν. Τοῦτο οὖν κατασκευάσαντες τὸ φάρμακον, πᾶσι παραπεμπόμεθα καὶ πάντες, οἶδ' ὅτι, ἀπολαύσονται θεραπείας, μόνον εἰ τοῖς λεγομένοις μετὰ ἀκριβείας καὶ εὐγνωμοσύνης προσέχοιεν.