Ancient Greek
Chapter 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4.14
Not analysed yet
Τί οὖν, εἰπέ μοι; διαβαλοῦμεν τὸν ἥλιον διὰ τοῦτο; Ἄπαγε· ἀλλὰ τοὺς λογισμοὺς ἡσυχάζειν ἀφέντες καὶ τὸν τούτων θόρυβον, ἐπιληψώμεθα τῆς πέτρας ἐκείνης, καὶ τῆς ῥήσεως τῆς λεγούσης· «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν», ἐπεὶ καὶ αὐτὰ ἃ ἀπηριθμησάμην νῦν, καλὰ λίαν καὶ χρηστά. Ἀλλ', ὅπερ ἔμπροσθεν εἶπον, ἐπὶ τὴν ῥῆσιν ἐκείνην ἐπανιέναι χρὴ διαπαντὸς καὶ λέγειν· «Ἰδοὺ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν».