Ancient Greek
4.15 to 4.17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4.15-17
Not analysed yet
Ἀλλὰ τὸ τρυφᾶν καὶ γελᾶν καὶ ἐν ἡδονῇ εἶναι, καλόν; Οὐκοῦν ἄκουσον Σολομῶντος, τοῦ πᾶν εἶδος τρυφῆς ἐπελθόντος, λέγοντος· «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ πορευθῆναι εἰς οἶκον πότου.» Ἀλλὰ νὺξ φαῦλον; δεῖ γὰρ ἐκ τῶν ἐναντίων μεταχειρίσασθαι τὸν λόγον. Καίτοι γε αὕτη πόνων ἀνάπαυσις, φροντίδων ἀπαλλαγή, νοσημάτων παραμυθία, φόβων καὶ κινδύνων οὐ μικρὰ ἀναψυχή· νεαρὸν ποιεῖ τὸ σῶμα, ἀκμάζουσαν τὴν διάνοιαν, ἀναπαύει τὴν σάρκα πεπονηκυῖαν. Ἀλλὰ νόσος κακόν; Πόθεν οὖν ὁ Λάζαρος ἐστεφανώθη; Ἀλλὰ πενία; Καὶ πόθεν ὁ Ἰὼβ εὐδοκίμησεν; Ἀλλὰ θλίψεις ἐπάλληλοι καὶ συνεχεῖς; Καὶ πόθεν οἱ ἀπόστολοι ἀνεκηρύχθησαν; ποία δὲ ὁδὸς ἡ εἰς τὴν ζωὴν ἄγουσα; οὐχ ἡ στενὴ καὶ τεθλιμμένη; Μὴ τοίνυν λέγε· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; ἀλλὰ καὶ ἐπὶ τῶν οἰκονομιῶν καὶ ἐπὶ τῶν κτισμάτων τοῦ Θεοῦ, ἣν παρέχει σιγὴν ὁ πηλὸς τῷ κεραμεῖ, ταύτην καὶ αὐτὸς τῷ ποιήσαντί σε Θεῷ.