Ancient Greek
Chapter 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4.3
Not analysed yet
οὐχ ἥλιος μόνον καὶ σελήνη καὶ ἄστρα, ἀλλὰ καὶ κεραυνοὶ καὶ πρηστῆρες· οὐκ ἄνεμοι μόνον προσηνεῖς, ἀλλὰ καὶ καταιγίδες· οὐ περιστεραὶ μόνον καὶ ὄρνιθες ᾠδικοὶ, ἀλλὰ καὶ ἰκτῖνες καὶ ἱέρακες καὶ γῦπες καὶ ἕτερα ἀνθρωποφάγα ζῷα· οὐ πρόβατα καὶ βόες, ἀλλὰ καὶ λύκοι καὶ παρδάλεις καὶ λέοντες· οὐκ ἔλαφοι καὶ λαγῳοὶ καὶ δορκάδες, ἀλλὰ καὶ σκορπίοι καὶ ἔχεις καὶ δράκοντες· καὶ ἐν βοτάναις δὲ οὐχὶ σωτήρια μόνον φυτά, ἀλλὰ καὶ δηλητήρια, καὶ πολλοὶ ἐκ τούτων σκανδαλίζεσθαι ἔμελλον καὶ αἱρέσεις τίκτειν.