Ancient Greek
4.4 to 4.6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4.4-6
Not analysed yet
Μετὰ τὸ γενέσθαι τὰ γενόμενα καὶ τὸν οἰκεῖον ἕκαστον ἀπολαβεῖν κόσμον, καθ' ἕκαστον δείκνυσι τὸν δημιουργὸν ἐπαινοῦντα τὸ γεγενημένον, μᾶλλον δὲ καθ' ἕνα αὐτῶν καὶ κοινῇ πάντα, ἵνα τὴν ἐκείνου κρίσιν μαθών, κἂν σφόδρα τις ἰταμὸς καὶ ἀναίσχυντος ᾖ, μηδὲν περιεργάζηται λοιπὸν τῶν ὁρωμένων. Διὰ τοῦτο εἰπὼν ὅτι ἐγένετο φῶς, ἐπήγαγε· «Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν», καὶ καθ' ἕκαστον οὕτως. Εἶτα ἵνα μὴ πάντα κατ' ὄνομα εἰπὼν μηκύνῃ τὸν λόγον, ὁμοῦ περὶ πάντων ἀποφαίνεται ἁπαξαπλῶς καὶ πάλιν λέγει· Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Οὐκ ἐπειδὴ μετὰ τὸ γενέσθαι ἔγνω ὁ Θεὸς ὅτι καλὸν τὸ γενόμενον· ἄπαγε. Εἰ γὰρ τεχνίτης ἄνθρωπος καὶ πρὸ τοῦ γενέσθαι τὰ τῆς τέχνης μαθὼν οἶδεν ὅτι καλὰ τὰ παρ' αὐτοῦ μέλλοντα γίνεσθαι, πολλῷ μᾶλλον ἡ ἄρρητος ἐκείνη σοφία βουλήματι μόνῳ τὰ πάντα παραγαγοῦσα καὶ πρὸ τῆς γεννήσεως ᾔδει ὅτι καλά.