Ancient Greek
Chapter 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 4.7
Not analysed yet
Οὐδὲ γὰρ ἂν αὐτὰ παρήγαγεν, εἰ ἠγνόει. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηται; Διὰ τὴν αἰτίαν ἣν εἶπον. Ἀκούσας τοίνυν τοῦ προφήτου πρὸς σὲ λέγοντος ὅτι ὁ Θεὸς αὐτὰ εἶδε καὶ ἐπῄνεσε, μὴ ζήτει λοιπὸν ἑτέραν βάσανον καὶ ἀπόδειξιν τοῦ κάλλους αὐτῶν, μηδὲ λέγε· Πῶς καλά; Τῆς γὰρ διὰ τῶν ἔργων ἀποδείξεως σαφεστέρα ἡ διὰ τῆς ψήφου καὶ τῆς κρίσεως τοῦ ποιήσαντος ἀπόφασις.