Ancient Greek
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 5.1
Not analysed yet
Τί οὖν; φησίν· οὐ βούλει με εἰδέναι σαφῶς καὶ πιστεύειν ὅτι προνοεῖ πάντων ὁ Θεός; Καὶ μάλα καὶ βούλομαι καὶ εὔχομαι καὶ ἐπιθυμῶ σφόδρα· οὐ μὴν περιεργάζεσθαι τὴν πρόνοιαν, οὐδὲ πολυπραγμονεῖν. Εἰ μὲν γὰρ οἶσθα καὶ πέπεικας σεαυτόν, μὴ ζήτει· εἰ δὲ ἀμφιβάλλεις ἐρώτησον τὴν γῆν, τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σελήνην, ἐρώτησον τὰ ποικίλα τῶν ἀλόγων γένη, τὰ σπέρματα, τὰ φυτά, τοὺς ἀφώνους ἰχθύας, τὰς πέτρας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὴν νύκτα, τὴν ἡμέραν.