Ancient Greek
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 5.2
Not analysed yet
Τοῦ γὰρ ἡλίου καὶ τῆς ἀκτῖνος αὐτῆς φανερωτέρα ἡ τοῦ Θεοῦ πρόνοια καὶ καθ' ἕκαστον καιρὸν καὶ καθ' ἕκαστον τόπον καὶ ἐν ἐρημίᾳ καὶ ἐν οἰκουμένῃ καὶ ἐν ἀοικήτῳ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ καὶ ὅπουπερ ἂν ἀφίκῃ, ὑπομνήματα ὄψει τῆς προνοίας ταύτης σαφῆ καὶ διαρκῆ καὶ παλαιὰ καὶ νέα καὶ φωνὰς τῆς φωνῆς ἡμῶν ταύτης τῆς λογικῆς τρανοτέρας πανταχόθεν φερομένας καὶ τὸν βουλόμενον ἀκούειν παιδευούσας αὐτοῦ τὴν κηδεμονίαν.