Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 6.19
Not analysed yet
Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν· «Εἰ γὰρ σὺ τοῦ ἀλλοτρίου ἔργου οὕτως ἀντείχου, φησί, πολλῷ μᾶλλον ἐγὼ τοῦ οἰκείου καὶ οὗ ποιητής εἰμι». Εἶτα καὶ ὑποτέμνεταί τι τῆς κατηγορίας αὐτῶν λέγων ὅτι· «Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν», ἀφελείᾳ μᾶλλον ἢ κακίᾳ πεπλημμεληκέναι αὐτοὺς ἀποφηνάμενος, ὃ καὶ ἔδειξε τὸ τῆς μετανοίας τέλος.