Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 6.20
Not analysed yet
Καὶ ἑτέροις δὲ ἐπιτιμῶν θρηνοῦσιν ὡς ἐγκαταλειφθεῖσι, ταῦτα λέγει τὰ ῥήματα· «Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τίς πατέρα ἀναμιμνῄσκει καὶ παρακαλεῖ ὥστε προνοῆσαι παιδός; ἢ τεχνίτην καὶ δημιουργὸν ὥστε μὴ ἀφεῖναι διαπεσεῖν τὸ ἔργον; Εἶτα ἐπ' ἀνθρώπων μὲν ἀρκεῖσθε τῇ φύσει καὶ τῇ τέχνῃ εἰς ἀπόδειξιν τῆς κηδεμονίας, ἐμὲ δὲ οἴεσθε χρῄζειν τοῦ παρακαλοῦντός με, ἵνα τῶν τέκνων τῶν ἐμῶν καὶ τῶν ἔργων ἀντιλήψωμαι;