Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 6.4
Not analysed yet
Εἶτα ἵνα μάθῃς ὅτι τὴν εἰκόνα ταύτην παρήγαγεν ὁ προφήτης, οὐχὶ τοσοῦτον βουλόμενος δεῖξαι τὸ μέτρον τῆς ἀγάπης τοῦ Θεοῦ ὅση μητρός ἐστι περὶ τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ' ἐπειδὴ τοῦτο μᾶλλον τῶν ἄλλων ἐξαίρετον μέτρον ἀγάπης γνώριμον εἶχε—τὸ μέντοι φίλτρον τοῦ Θεοῦ πολλῷ μεῖζον ἐκείνου—, ἐπήγαγεν· «Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος.»