Ancient Greek
6.5 to 6.6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 6.5-6
Not analysed yet
Εἶδες πῶς ὑπερέβη τῆς μητρὸς τὸ μέτρον; Καὶ ἵνα μάθῃς ὅτι ἐκ πολλοῦ τοῦ περιόντος ὑπερέβη καὶ μητρὸς φιλοστοργίαν καὶ πατρὸς περὶ παῖδας πόθον, ὁ μὲν προφήτης φησί· «Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.» Καὶ αὐτὸς δὲ πάλιν ταύτην εἰσάγει τὴν εἰκόνα τῆς ἀγάπης· ᾔδει γὰρ ταύτην τῶν ἄλλων ἔχουσάν τι ἐξαίρετον. Ὁ δὲ καὶ προφητῶν καὶ πάντων Δεσπότης δηλῶν ὅτι καὶ ταύτης τὸ μέτρον ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει τοῦ Θεοῦ ἡ κηδεμονία καὶ ὅσον τοῦ φωτὸς τὸ μέσον ἐστὶ πρὸς σκότος καὶ πονηρίας πρὸς ἀγαθότητα, τοσοῦτον τὸ μέτρον τῆς τοῦ Θεοῦ χρηστότητος καὶ προνοίας πρὸς τὴν πατρικὴν φιλοστοργίαν, ἄκουε τί φησι·»