Ancient Greek
Chapter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 8.11
Not analysed yet
Ἀλλ' οὐκ ἀμφιβάλλεις, πιστεύεις δὲ ὅτι προνοεῖ καὶ πέπεικας σαυτὸν τοῦτο. Οὐκοῦν μηδὲν περιεργάζου πλέον, εἰδὼς τοῦτο σαφῶς ὅτι Δεσπότην ἔχεις πατρὸς φιλοστοργότερον καὶ μητρὸς κηδεμονικώτερον, νυμφίου καὶ νύμφης ἐρῶντα ἐρωτικώτερον, οἰκείαν ἀνάπαυσιν τὴν σὴν ἡγούμενον σωτηρίαν καὶ μᾶλλον ἐπὶ ταύτῃ χαίροντα ἢ σὺ ἐπὶ ἀπαλλαγῇ κινδύνων καὶ θανάτων—ὅπερ ἔδειξα διὰ τοῦ Ἰωνᾶ—καὶ πᾶν εἶδος ἀγάπης ἐπιδεικνύμενον,