Ancient Greek
Chapter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt 8.12
Not analysed yet
ὃ πατὴρ περὶ παῖδας ἔχει ἢ μήτηρ περὶ ἔκγονα, ὁ ἀμπελουργὸς περὶ φυτά, ὁ οἰκοδόμος περὶ τέχνην, ὁ νυμφίος περὶ νύμφην, ὁ νεανίσκος περὶ παρθένον καὶ βουλόμενον ἀποστῆσαι σου τὰ κακά, ὅσον ἀφέστηκεν ἀνατολὴ τῆς δύσεως, ὅσον ὑψηλότερος τῆς γῆς ὁ οὐρανὸς—καὶ γὰρ καὶ τοῦτο ἀπεδείξαμεν, —μᾶλλον δὲ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ πλέον· καθάπερ ἐδείξαμεν τὸν περὶ τούτων κινοῦντες λόγον καὶ παραινέσαντες μὴ μέχρι τῶν εἰκόνων ἑστάναι, ἀλλ' ὑπερβαίνειν τοῖς λογισμοῖς. Ἀνερμήνευτος γὰρ ἡ τοῦ Θεοῦ πρόνοια καὶ ἀκατάληπτος αὐτοῦ ἡ κηδεμονία, ἄρρητος ἡ ἀγαθότης καὶ ἀνεξιχνίαστος ἡ φιλανθρωπία.