Ancient Greek
Section t to 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad eos qui scandalizati sunt Section t-2
Not analysed yet
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως πρὸς τοὺς σκανδαλιζομένους ἐπὶ ταῖς παρανομίαις ταῖς γινομέναις καὶ τῇ τοῦ λαοῦ καὶ πολλῶν ἱερέων διώξει καὶ διαστροφῇ καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας καὶ περὶ ἀκαταλήπτου. Ἰατρῶν μὲν παῖδες, ὅταν πυρέττοντάς τινας ἢ ἕτερον τι νόσημα νοσοῦντας μέλλωσι θεραπεύειν, αὐτοὺς πρῶτον ζητοῦσι τοὺς κάμνοντας ἰδεῖν, ὅτι πόρρωθεν αὐτῶν ὄντες οὐκ ἂν δύναιντο τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν· τοιοῦτον γὰρ καὶ ἡ τέχνη καὶ αὐτὴ τῶν νοσημάτων ἡ φύσις ἐκείνων. Ἡμεῖς δὲ οὐχ ἕνα που καὶ δύο ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην σκανδαλιζομένους θεραπεύειν ἐσπουδακότες οὐ δεόμεθά τινος τοιούτου. Οὐδὲ γὰρ εἰς οἶκόν τινος τῶν νοσούντων εἰσελθεῖν αἰτοῦμεν, οὐδ' ἔνθα κατάκεινται μαθεῖν, ἀλλ' οὐδὲ αὐτοὺς τοὺς ἀρρώστους ἰδεῖν ἐπιζητοῦμεν. Οὐκ ὄργανα μεταχειρίζομεν, οὐ χρημάτων ποιούμεθα δαπάνην, τὰ πρὸς ἰατρείαν ὠνεῖσθαι κελεύοντες τοὺς ἀσθενοῦντας·