Ancient Greek · ~15 min
ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda) 2.1-2
Not analysed yet
Μὴ τοίνυν ἔτι πρὸς τὰ βιωτικὰ μείνωμεν κεχηνότες, μὴ περὶ τρυφὴν τραπέζης, μηδὲ περὶ πολυτέλειαν ἱματίων· καὶ γὰρ ἔχεις ἱμάτιον μέγιστον, ἔχεις τράπεζαν πνευματικὴν, ἔχεις τὴν δόξαν τὴν ἄνω, καὶ πάντα σοι ὁ Χριστὸς γίνεται, καὶ τράπεζα, καὶ ἱμάτιον, καὶ οἶκος, καὶ κεφαλὴ, καὶ ῥίζα. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· ἰδοὺ πῶς ἱμάτιόν σοι γέγονε. Βούλει μαθεῖν, πῶς καὶ τράπεζά σοι γίνεται; Ὁ τρώγων με, φησὶν, ὥσπερ ἐγὼ ζῶ διὰ τὸν Πατέρα, κἀκεῖνος ζήσεται δι' ἐμέ. Ὅτι δὲ καὶ οἶκός σοι γίνεται· Ὁ τρώγων μου τὴν σάρκα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ· καὶ ὅτι ῥίζα, πάλιν φησίν· Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· καὶ ὅτι ἀδελφὸς, καὶ φίλος, καὶ νυμφίος· Οὐκέτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Καὶ ὁ Παῦλος πάλιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· καὶ πάλιν· Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὐκ ἀδελφοὶ δὲ αὐτοῦ μόνον, ἀλλὰ καὶ παιδία γινόμεθα· Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ, καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ μέλη αὐτοῦ, καὶ σῶμα αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἀρκούντων τῶν εἰρημένων ἐπιδεῖξαι τὴν ἀγάπην καὶ τὴν εὔνοιαν, ἣν πρὸς ἡμᾶς ἐπιδείκνυται, καὶ ἕτερον τούτων μεῖζον καὶ ἐγγύτερον ἔθηκεν, κεφαλὴν ἑαυτὸν ἡμῶν προσειπών. Ταῦτα δὴ πάντα εἰδὼς, ἀγαπητὲ, ἄμειψαί σου τὸν εὐεργέτην ἀρίστῃ πολιτείᾳ, καὶ ἐννοήσας τῆς θυσίας τὸ μέγεθος, καλλώπισόν σου τὰ μέλη τοῦ σώματος. Ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ μηδέποτε ἀνάσχῃ τυπτῆσαί τινα, μηδὲ τὴν τοσούτῳ τιμηθεῖσαν δώρῳ καταισχύνῃς τῇ τῆς πληγῆς ἁμαρτίᾳ· ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ καθαρὰν αὐτὴν πλεονεξίας καὶ ἁρπαγῆς πάσης διατήρησον. Λόγισαι, ὅτι οὐ τῇ χειρὶ δέχῃ μόνον, ἀλλὰ καὶ τῷ στόματι προσάγεις καὶ καθαρὰν φύλαττε τὴν γλῶτταν αἰσχρῶν καὶ ὑβριστικῶν ῥημάτων, βλασφημίας, ἐπιορκίας, καὶ τῶν ἄλλων τῶν τοιούτων ἁπάντων. Καὶ γὰρ ὀλέθριον τὴν διακονουμένην μυστηρίοις οὕτω φρικωδεστάτοις, καὶ αἵματι φοινιχθεῖσαν τοιούτῳ, καὶ χρυσῆν γενομένην μάχαιραν, ἐπὶ λοιδορίας καὶ ὕβρεις καὶ εὐτραπελίας μετάγειν. Αἰδέσθητι τὴν τιμὴν, ἢν ἐτίμησεν αὐτὴν ὁ Θεὸς, καὶ μὴ καταγάγῃς εἰς τὴν τῆς ἁμαρτίας εὐτέλειαν· ἀλλ' ἐνθυμηθεὶς πάλιν, ὅτι μετὰ τὴν χεῖρα καὶ τὴν γλῶσσαν ἡ καρδία δέχεται τὸ φρικτὸν ἐκεῖνο μυστήριον, μὴ ῥάψῃς ποτὲ κατὰ τοῦ πλησίον δόλον, ἀλλὰ κακουργίας πάσης καθαρὰν διατήρει σου τὴν διάνοιαν· οὕτω καὶ ὀφθαλμοὺς καὶ ἀκοὴν ἀσφαλίσασθαι δυνήσῃ. Πῶς γὰρ οὐκ ἄτοπον, μετὰ τὴν μυστικὴν ἐκείνην φωνὴν καὶ ἐκ τῶν οὐρανῶν φερομένην, τὴν ἐκ τῶν Χερουβὶμ λέγω, πορνικοῖς ᾄσμασι καὶ κατακεκλασμένοις μέλεσι τὴν ἀκοὴν μολύνειν; πῶς δὲ οὐκ ἐσχάτης κολάσεως ἄξιον, τοῖς ὀφθαλμοῖς, οἷς ὁρᾷς τὰ ἀπόῤῥητα καὶ φρικτὰ μυστήρια, τούτοις πόρνας ὁρᾷν, καὶ μοιχείαν ἐργάζεσθαι τὴν κατὰ διάνοιαν; Εἰς γάμον ἐκλήθης, ἀγαπητέ· μὴ εἰσέλθῃς ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, ἀλλὰ τῷ γάμῳ κατάλληλον λαβὲ στολήν. Εἰ γὰρ εἰς γάμους αἰσθητοὺς ἄνθρωποι καλούμενοι, κἂν ἁπάντων ὦσι πενέστεροι, χρησάμενοι πολλάκις ἢ πριάμενοι ἱμάτιον καθαρὸν, οὕτω πρὸς τοὺς καλέσαντας αὐτοὺς ἀπαντῶσι· σὺ δὲ ὁ πρὸς γάμον κληθεὶς πνευματικὸν καὶ δεῖπνα βασιλικὰ, ἐννόησον, ἡλίκον ἂν εἴη δίκαιόν σε ἱμάτιον πρίασθαι· μᾶλλον δὲ οὐδὲ ἀγοράσαι χρεία, ἀλλ' αὐτός σοι δίδωσιν ὁ καλῶν δωρεὰν, ἵνα μηδὲ πενίαν προβαλέσθαι ἔχῃς. Τήρει τοίνυν ὅπερ ἔλαβες ἱμάτιον· ἂν γὰρ ἀπολέσῃς, χρήσασθαι οὐ δυνήσῃ λοιπὸν, οὐδὲ πρίασθαι· οὐδαμοῦ γὰρ πωλεῖται τοιοῦτον ἱμάτιον. Ἤκουσας, πῶς ἐστέναξαν οἱ πάλαι μυσταγωγηθέντες, καὶ τὸ στῆθος ἐπάταξαν τοῦ συνειδότος ἐνταῦθα διαναστήσαντος; Σκόπει τοίνυν, ἀγαπητὲ, μὴ καὶ σύ ποτε τοῦτο πάθῃ· πῶς δὲ οὐ πείσῃ, τὴν πονηρὰν συνήθειαν μὴ ἐκβαλὼν τῶν κακῶν; Διὰ τοῦτο καὶ πρώην εἶπον καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, εἴ τις τὰ ἐλαττώματα τῶν τρόπων μὴ διώρθωσε μηδὲ παρεσκεύασεν ἑαυτῷ τὴν ἀρετὴν εὔκολον, μὴ βαπτιζέσθω. Τὰ μὲν γὰρ πρότερα ἁμαρτήματα ἀφεῖναι δύναται τὸ λουτρόν· δέος δὲ οὐ μικρὸν καὶ κίνδυνος οὐχ ὁ τυχὼν, μήποτε πάλιν ἐπ' αὐτὰ ἐπανέλθωμεν, καὶ γένηται ἡμῖν ἕλκος τὸ φάρμακον. Ὅσῳ γὰρ μείζων γέγονεν ἡ χάρις, τοσούτῳ πλείων ἡ κόλασις τοῖς μετὰ ταῦτα ἁμαρτάνουσιν.