Ancient Greek · ~25 min
ΚΑΤΗΧΗΣΙΣ ΔΕΥΤΕΡΑ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι· καὶ περὶ γυναικῶν τῶν ἐν πλέγμασι καὶ χρυσῷ κατακοσμουσῶν ἑαυτάς· καὶ περὶ τῶν κληδονισμοῖς, ἢ περιάπτοις, ἢ ἐπῳδαῖς κεχρημένων, ἅπερ ἅπαντα ἀλλότρια Χριστιανισμοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda) 3.1-2
Not analysed yet
Ἵνα οὖν μὴ πρὸς τὸν πρότερον ἐπανίωμεν ἐμετὸν, παιδεύσωμεν ἑαυτοὺς ἐντεῦθεν ἤδη. Ὅτι γὰρ δεῖ πρότερον μετανοήσαντας καὶ τῶν προτέρων ἀποστάντας κακῶν, οὕτω τῇ χάριτι προσιέναι, ἄκουσον τί μὲν Ἰωάννης φησὶ, τί δὲ ὁ τῶν ἀποστόλων κορυφαῖος τοῖς βαπτίζεσθαι μέλλουσιν· ἐκεῖνος μὲν γάρ φησι· Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· οὗτος δὲ τοῖς ἐρωτῶσι πάλιν ἔλεγε· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὁ δὲ μετανοῶν οὐκέτι τῶν αὐτῶν ἅπτεται πραγμάτων, ἐφ' οἷς μετενόησε· διὰ τοῦτο καὶ κελευόμεθα λέγειν· Ἀποτάσσομαί σοι, Σατανᾶ, ἵνα μηκέτι πρὸς αὐτὸν ἐπανέλθωμεν. Καθάπερ οὖν ἐπὶ τῶν ζωγράφων γίνεται, οὕτω καὶ νῦν γινέσθω· καὶ γὰρ ἐκεῖνοι τὰς σανίδας προθέντες, καὶ λευκὰς περιάγοντες γραμμὰς, καὶ τὰς βασιλικὰς ὑπογράφοντες εἰκόνας, πρὶν ἢ τῶν χρωμάτων ἐπαγαγεῖν τὴν ἀλήθειαν, μετ' ἐξουσίας ἁπάσης τὰ μὲν ἐξαλείφουσι, τὰ δὲ ἀντεγγράφουσι, καὶ διορθοῦντες τὰ ἡμαρτημένα καὶ μετατιθέντες τὰ κακῶς ἔχοντα· ἐπειδὰν δὲ τὴν βαφὴν λοιπὸν ἐπαγάγωσιν, οὐκέτι εἰσὶ κύριοι πάλιν ἐξαλεῖψαι καὶ ἀντεγγράψαι, ἐπεὶ τῷ κάλλει τῆς εἰκόνος λυμαίνονται, καὶ ἔγκλημα τὸ πρᾶγμα γίνεται· τοῦτο δὴ καὶ σὺ ποίησον· νόμισον εἰκόνα σοι τὴν ψυχὴν εἶναι. Πρὶν ἢ τοίνυν ἐπελθεῖν τὴν ἀληθῆ τοῦ Πνεύματος βαφὴν, ἐξάλειψον τὰς κακῶς ἐντεθείσας σοι συνηθείας· εἴτε ὀμνύναι, εἴτε ψεύδεσθαι, εἴτε ὑβρίζειν, εἴτε αἰσχρολογεῖν, εἴτε γελωτοποιεῖν, εἴτε ἄλλο τι τῶν τοιούτων τῶν μὴ νενομισμένων συνήθειαν ἔχεις ποιεῖν, ἔξελε τὴν συνήθειαν, ἵνα μὴ πάλιν πρὸς αὐτὴν ἐπανέλθῃς μετὰ τὸ βάπτισμα. Τὰ ἁμαρτήματα ἀφανίζει τὸ λουτρὸν, τὴν συνήθειαν διόρθωσον σὺ, ἵνα τῶν χρωμάτων ἐπενεχθέντων καὶ λαμψάσης τῆς βασιλικῆς εἰκόνος, μηκέτι λοιπὸν ἐξαλείφῃς, καὶ τραύματα καὶ οὐλὰς ἐμποιῇς τῷ παρὰ τοῦ Θεοῦ δοθέντι σοι κάλλει. Κατάστειλον τοίνυν ὀργὴν, σβέσον θυμόν· κἂν ἀδικήσῃ τις, κἂν ὑβρίσῃ, δάκρυσον ἐκεῖνον· μὴ ἀγανακτήσῃς σὺ, συνάλγησον, μὴ παροξυνθῇς, μηδὲ εἴπῃς, ὅτι Εἰς τὴν ψυχὴν ἠδίκημαι· οὐκ ἔστιν οὐδεὶς εἰς ψυχὴν ἀδικούμενος, ἐὰν μὴ ἡμεῖς ἑαυτοὺς εἰς ψυχὴν ἀδικήσωμεν· καὶ πῶς, ἐγὼ λέγω· Ἀφείλετό σού τις τὴν οὐσίαν; οὐκ ἠδίκησεν εἰς ψυχὴν, ἀλλ' εἰς χρήματα· ἂν δὲ σὺ μνησικακήσῃς, εἰς ψυχὴν σαυτὸν ἠδίκησας. Τὰ μὲν γὰρ χρήματα ἀφαιρεθέντα οὐδὲν ἐζημίωσεν, ἀλλὰ καὶ ὠφέλησε, σὺ δὲ τὴν ὀργὴν οὐκ ἀφεὶς, εὐθύνας ἐκεῖ δώσεις τῆς μνησικακίας ταύτης. Ἐλοιδορήσατό τις καὶ ὕβρισεν; οὐδὲν εἰς ψυχὴν ἠδίκησεν, ἀλλ' οὐδὲ εἰς σῶμα. Ἀντελοιδόρησας σὺ καὶ ὕβρισας; σὺ σαυτὸν εἰς ψυχὴν ἠδίκησας, τῶν ῥημάτων, ὧν εἶπας, ἐκεῖ μέλλων εὐθύνας ὑφέξειν. Καὶ τοῦτο δὴ μάλιστα πάντων ὑμᾶς εἰδέναι βούλομαι, ὅτι τὸν Χριστιανὸν καὶ πιστὸν οὐδεὶς εἰς ψυχὴν ἀδικῆσαι δύναται, οὐδὲ αὐτὸς ὁ διάβολος. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀχειρώτους ἡμᾶς ὁ Θεὸς πάσαις ἐποίησε ταῖς ἐπιβουλαῖς, ἀλλ' ὅτι καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπιτηδείους ἡμᾶς κατεσκεύασε, καὶ κώλυμα οὐδέν ἐστιν, ἐὰν θέλωμεν, κἂν πένητες ὦμεν, κἂν ἀσθενεῖς τῷ σώματι, κἂν ἀπεῤῥιμμένοι, κἂν ἀνώνυμοι, κἂν οἰκέται. Οὔτε γὰρ πενία, οὔτε ἀῤῥωστία, οὔτε σώματος πήρωσις, οὐ δουλεία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν ἐμπόδιον πρὸς ἀρετὴν γένοιτ' ἄν ποτε. Καὶ τί λέγω πένητα καὶ οἰκέτην καὶ ἀνώνυμον; κἂν δεσμώτης ᾖς, οὐδὲ τοῦτό σοι γίνεται ἐμπόδιον πρὸς ἀρετήν· καὶ πῶς, ἐγὼ λέγω· Ἐλύπησέ σέ τις τῶν ἔνδον καὶ παρώξυνεν; ἄφες αὐτῷ τὴν ὀργήν· μήτι σοι πρὸς τοῦτο τὰ δεσμὰ καὶ ἡ πενία καὶ τὸ ἄτιμον εἶναι ἐμπόδιον γέγονε; Καὶ τί λέγω ἐμπόδιον; καὶ ἐβοήθησε μὲν οὖν, καὶ συνέπραξε πρὸς τὸ καταστεῖλαι τὸν τῦφον. Εἶδες ἕτερον εὐπραγοῦντα; μὴ βασκήνῃς· οὐδὲ γὰρ ἐνταῦθα ἡ πενία κώλυμα γίνεται. Πάλιν, ὅταν εὔξασθαι δέῃ, νηφούσῃ καὶ ἀγρυπνούσῃ διανοίᾳ τοῦτο ποίησον, καὶ οὐδὲν ἔσται τὸ κωλύον οὐδὲ ἐνταῦθα. Πραότητα, ἐπιείκειαν ἐπιδείκνυσο πᾶσαν, σωφροσύνην, σεμνότητα· οὐδὲ γὰρ ταῦτα τῶν ἔξωθεν δεῖται βοηθημάτων. Καὶ τοῦτο μάλιστα τὸ μέγιστόν ἐστι τῆς ἀρετῆς, ὅτι οὐ πλούτου, οὐ δυναστείας, οὐ δόξης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων ἔχει χρείαν, ἀλλὰ ψυχῆς μόνης ἡγιασμένης, καὶ πλέον οὐδὲν ἐπιζητεῖ. Ὅρα δὲ καὶ ἐπὶ τῆς χάριτος αὐτὸ τοῦτο γινόμενον· κἂν γὰρ χωλεύῃ τις, κἂν τοὺς ὀφθαλμοὺς ἐκκεκομμένος ᾖ, κἂν τὸ σῶμα πεπηρωμένος, κἂν εἰς ἐσχάτην καταπεπτωκὼς ἀῤῥωστίαν, οὐδενὶ τούτων ἐπελθεῖν ἡ χάρις κωλύεται· ψυχὴν γὰρ ἐπιζητεῖ μόνην μετὰ προθυμίας αὐτὴν δεχομένην, καὶ ταῦτα ἅπαντα παρατρέχει τὰ ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν στρατιωτῶν καὶ σώματος μέτρον καὶ σαρκὸς εὐεξίαν ἐπιζητοῦσιν οἱ μέλλοντες αὐτοὺς καταλέγειν εἰς τὸ στρατόπεδον· οὐ ταῦτα δὲ μόνον ἔχειν χρὴ τὸν μέλλοντα στρατεύεσθαι, ἀλλὰ καὶ ἐλεύθερον εἶναι· ἂν γὰρ δοῦλός τις ᾖ, ἐκβάλλεται· ὁ δὲ τῶν οὐρανῶν βασιλεὺς οὐδὲν τοιοῦτον ἐπιζητεῖ, ἀλλὰ καὶ δούλους δέχεται εἰς τὸ αὑτοῦ στρατόπεδον, καὶ γεγηρακότας καὶ παρειμένους τὰ μέλη, καὶ οὐκ ἐπαισχύνεται. Τί τούτου φιλανθρωπότερον; τί χρηστότερον γένοιτ' ἄν; Οὗτος μὲν γὰρ τὰ ἐφ' ἡμῖν ζητεῖ μόνον, ἐκεῖνοι δὲ τὰ οὐκ ἐφ' ἡμῖν. Τὸ γὰρ δοῦλον εἶναι ἢ ἐλεύθερον, οὐχ ἡμέτερον· τὸ ὑψηλὸν πάλιν εἶναι καὶ βραχὺν, οὐκ ἐφ' ἡμῖν, τὸ γεγηρακότα καὶ ἄρτιον, καὶ ὅσα τοιαῦτα· τὸ δὲ ἐπιεικῆ ἢ χρηστὸν εἶναι καὶ τὰ παραπλήσια τούτοις, τῆς ἡμετέρας γνώμης. Καὶ ταῦτα ἡμᾶς ὁ Θεὸς ἀπαιτεῖ μόνα, ὧν ἡμεῖς ἐσμεν κύριοι· καὶ μάλα εἰκότως· οὐ γὰρ δι' οἰκείαν χρείαν, ἀλλὰ δι' εὐεργεσίαν ἡμᾶς ἐπὶ τὴν αὑτοῦ χάριν καλεῖ, οἱ δὲ βασιλεῖς διὰ τὴν ἑαυτῶν διακονίαν· κἀκεῖνοι μὲν ἐπὶ πόλεμον ἕλκουσιν αἰσθητὸν, οὗτος δὲ ἐπὶ μάχην πνευματικήν. Οὐκ ἐπὶ τῶν πολέμων δὲ μόνον τῶν ἔξωθεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγώνων τὴν αὐτὴν ἀναλογίαν ἴδοι τις ἄν· οἱ γὰρ μέλλοντες εἰς τὸ θέατρον ἕλκεσθαι ἐκεῖνο, οὐ πρότερον καθιᾶσιν εἰς τοὺς ἀγῶνας, ἕως ἂν αὐτοὺς ὁ κῆρυξ λαβὼν ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς περιαγάγῃ βοῶν καὶ λέγων· Μή τις τούτου κατηγορεῖ; Καίτοι γε οὐκ ἔστιν ἐκεῖ ψυχῆς, ἀλλὰ σωμάτων τὰ παλαίσματα· τίνος οὖν ἕνεκεν εὐθύνας ἀπαιτεῖς εὐγενείας; Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ἅπαν τοὐναντίον, οὐκ ἐν χειρῶν συμπλοκαῖς ὄντων ἡμῖν τῶν παλαισμάτων, ἀλλ' ἐν φιλοσοφίᾳ ψυχῆς καὶ ἀρετῇ διανοίας· τοὐναντίον ὁ ἀγωνοθέτης ποιεῖ· οὐ γὰρ λαβὼν αὐτὸν περιάγει καὶ λέγει· Μή τις τούτου κατηγορεῖ; ἀλλὰ βοᾷ· Κἂν ἄνθρωποι πάντες, κἂν δαίμονες μετὰ τοῦ διαβόλου συστάντες αὐτοῦ κατηγορῶσι τὰ ἔσχατα καὶ ἀπόῤῥητα δεινὰ, οὐκ ἐκβάλλω οὐδὲ βδελύσσομαι, ἀλλὰ τῶν κατηγόρων αὐτὸν ἀπαλλάξας, καὶ τῆς πονηρίας ἐλευθερώσας, οὕτως ἐπὶ τοὺς ἀγῶνας ἄγω· καὶ μάλα εἰκότως. Ἐκεῖ μὲν γὰρ ὁ ἀγωνοθέτης οὐδὲν συντελεῖ τοῖς ἀγωνιζομένοις πρὸς τὴν νίκην, ἀλλ' ἕστηκε μέσος· ἐνταῦθα δὲ ἀγωνοθέτης τῶν ἄθλων τῆς εὐσεβείας σύμμαχος γίνεται καὶ βοηθὸς, συνεφαπτόμενος αὐτοῖς τῆς πρὸς τὸν διάβολον μάχης.