Ancient Greek · ~13 min
ΚΑΤΗΧΗΣΙΣ ΠΡΩΤΗ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τί λουτρὸν παλιγγενεσίας καὶ οὐκ ἀφέσεως ἁμαρτημάτων λέγεται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda) 3.1
Not analysed yet
Τὴν τοιαύτην κηλῖδα τὸ Ἰουδαϊκὸν ἐξεκάθαρε λουτρόν· τὸ δὲ τῆς χάριτος οὐ τοιαύτην, ἀλλὰ τὴν ὄντως ἀκαθαρσίαν τὴν μετὰ τοῦ σώματος καὶ τῇ ψυχῇ πολλὴν ἐντεθεῖσαν τὴν κηλῖδα· οὐ γὰρ τοὺς νεκρῶν ἁψαμένους σωμάτων, ἀλλὰ τοὺς νεκρῶν πράξεων ἁψαμένους τούτους ποιεῖ καθαρούς. Κἂν μαλακὸς, κἂν πόρνος ᾖ τις, κἂν εἰδωλολάτρης, κἂν ὁτιοῦν εἰργασμένος δεινὸν, κἂν ἅπασαν τὴν ἐν ἀνθρώποις πονηρίαν ἔχων ᾖ, ἐμπεσὼν εἰς τὴν τῶν ὑδάτων κολυμβήθραν, τῶν ἡλιακῶν καθαρώτερος ἀκτίνων ἄνεισιν ἀπὸ τῶν θείων ναμάτων. Καὶ ἵνα μὴ νομίσῃς κόμπον εἶναι τὰ λεγόμενα, ἄκουσον Παύλου λέγοντος περὶ τῆς τοῦ λουτροῦ δυνάμεως· Μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ τί τοῦτο πρὸς τὰ εἰρημένα, φησί; τὸ γὰρ ζητούμενον δεῖξαι, εἰ πάντα ἐκκαθαίρει ταῦτα ἡ τοῦ λουτροῦ δύναμις. Οὐκοῦν ἄκουσον τῶν ἑξῆς· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἡμεῖς μὲν ὑπισχνούμεθα δεῖξαι ὑμῖν, καθαροὺς πορνείας γινομένους ἁπάσης τοὺς τῷ λουτρῷ προσιόντας· ὁ δὲ λόγος πλέον ἀπέδειξεν, οὐ καθαροὺς μόνον, ἀλλὰ καὶ ἁγίους καὶ δικαίους γενομένους· οὐ γὰρ εἶπεν, Ἀπελούσασθε, μόνον, ἀλλὰ καὶ, Ἡγιάσθητε καὶ ἐδικαιώθητε. Τί τούτου γένοιτ' ἂν παραδοξότερον, ὅταν πόνων καὶ ἱδρώτων χωρὶς καὶ κατορθωμάτων δικαιοσύνη τικτομένη ᾖ; τοιαύτη γὰρ τῆς θείας δωρεᾶς ἡ φιλανθρωπία χωρὶς ἱδρώτων ποιεῖ δικαίους. Εἰ γὰρ βασιλέως ἐπιστολὴ, γράμματα προτεθέντα ὀλίγα, μυρίων ὑπευθύνους ἐγκλημάτων ἀφίησιν ἐλευθέρους, ἑτέρους δὲ καὶ πρὸς τιμὴν ἄγει μεγίστην, πολλῷ μᾶλλον τὸ ἅγιον τοῦ Θεοῦ Πνεῦμα καὶ πάντα δυνάμενον, πάσης μὲν ἡμᾶς ἀπαλλάξει κακίας, πολλὴν δὲ ἡμῖν χαριεῖται δικαιοσύνην, καὶ πολλῆς ἐμπλήσει τῆς παῤῥησίας. Καὶ καθάπερ σπινθὴρ μέσον εἰς πέλαγος ἀχανὲς ἐμπεσὼν εὐθέως ἂν ἀποσβεσθείη, ἢ καὶ ἀφανὴς γένοιτο, τῷ πλήθει τῶν ὑδάτων καταποντισθείς· οὕτω καὶ πᾶσα πονηρία ἀνθρωπίνη, ὅταν εἰς τὴν κολυμβήθραν ἐμπέσῃ τῶν θείων ναμάτων, ἐκείνου ταχύτερον καὶ εὐκολώτερον τοῦ σπινθῆρος καταποντίζεται καὶ ἀφανίζεται. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τὰ ἁμαρτήματα ἡμῖν ἅπαντα ἀφίησι τὸ λουτρὸν, οὐχὶ λουτρὸν ἀφέσεως ἁμαρτημάτων καλεῖται, οὔτε λουτρὸν καθάρσεως, ἀλλὰ λουτρὸν παλιγγενεσίας; Ὅτι οὐχ ἁπλῶς ἡμῖν ἀφίησι τὰ ἁμαρτήματα, οὐδὲ ἁπλῶς ἡμᾶς καθαίρει τῶν πλημμελημάτων, ἀλλ' οὕτως ὡς ἂν εἰ ἄνωθεν ἐγεννήθημεν. Καὶ γὰρ ἄνωθεν ἡμᾶς δημιουργεῖ καὶ κατασκευάζει, οὐκ ἀπὸ γῆς διαπλάττον πάλιν, ἀλλ' ἐξ ἑτέρου στοιχείου τῆς τῶν ὑδάτων φύσεως δημιουργοῦν. Οὐ γὰρ ἁπλῶς ἀποσμήχει τὸ σκεῦος, ἀλλ' ὁλόκληρον αὐτὸ ἀναχωνεύει πάλιν. Τὰ μὲν γὰρ ἀποσμηχόμενα, κἂν μετὰ ἀκριβείας ἐκκαθαίρηται, ἔχει τῆς ποιότητος ἴχνη καὶ τῆς κηλῖδος φέρει τὰ λείψανα· τὰ δὲ εἰς χωνευτήριον ἐμπεσόντα καὶ διὰ τῆς φλογὸς ἀνανεωθέντα, πᾶσαν ἀποθέμενα ῥυπαρίαν, τὴν αὐτὴν τοῖς νεοπαγέσιν ἀπὸ τῆς καμίνου προελθόντα τὴν λαμπηδόνα ἀφίησιν. Ὥσπερ οὖν ἀνδριάντα χρυσοῦν πολλῷ τῷ χρόνῳ καὶ τῷ καπνῷ καὶ τῇ κόνει καὶ ἰῷ ῥυπωθέντα λαβών τις καὶ χωνεύσας, καθαρώτατον ἡμῖν καὶ ἀστράπτοντα ἀποδίδωσιν, οὕτω καὶ τὴν φύσιν τὴν ἡμετέραν ὁ Θεὸς ἰωθεῖσαν τῷ τῆς ἁμαρτίας ἰῷ, καὶ πολὺν δεξαμένην τὸν καπνὸν τὸν ἀπὸ τῶν πλημμελημάτων, καὶ τὸ κάλλος ἀπολέσασαν, ὅπερ παρ' αὐτοῦ παρὰ τὴν ἀρχὴν ἐγκατέθηκε, λαβὼν ἄνωθεν ἐχώνευσε, καὶ καθάπερ εἰς χωνευτήριον ἐμβαλὼν τὰ ὕδατα, καὶ τὴν τοῦ Πνεύματος ἐπαφεὶς χάριν ἀντὶ φλογὸς, εἶτα νεοπαγεῖς ἐκεῖθεν καὶ καινοὺς γενομένους ἀντιβλέψαι λοιπὸν ταῖς ἡλιακαῖς ἀκτῖσι μετὰ πολλῆς ἀνάγει τῆς λαμπρότητος, τὸν μὲν παλαιὸν συντρίψας ἄνθρωπον, νέον δὲ κατασκευάσας τοῦ προτέρου λαμπρότερον.