Ancient Greek · ~24 min
ΚΑΤΗΧΗΣΙΣ ΠΡΩΤΗ. Πρὸς τοὺς μέλλοντας φωτίζεσθαι, καὶ διὰ τί λουτρὸν παλιγγενεσίας καὶ οὐκ ἀφέσεως ἁμαρτημάτων λέγεται, καὶ ὅτι ἐπικίνδυνον οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν, κἂν εὐορκῶμεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad illuminandos catecheses 1-2 (series prima et secunda) 4.1
Not analysed yet
Καὶ ταύτην ἡμῖν τὴν συντριβὴν καὶ τὸν μυστικὸν τοῦτον καθαρμὸν αἰνιττόμενος ὁ προφήτης ἄνωθεν ἔλεγεν· Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Ὅτι γὰρ περὶ τῶν πιστῶν ὁ λόγος, ἡμῖν τὰ ἀνωτέρω δείκνυσι σαφῶς· Υἱὸς γάρ μου εἶ σὺ, φησίν· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι τὰ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἶδες πῶς τῆς ἐκ τῶν ἐθνῶν Ἐκκλησίας ἐμνημόνευσε, καὶ τὴν πανταχοῦ τοῦ Χριστοῦ τεταμένην βασιλείαν εἶπεν; Εἶτά φησι πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· οὐ φορτικῇ, ἀλλ' ἰσχυρᾷ· ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς. Ἰδοὺ καὶ τὸ λουτρὸν μυστικώτερον παρελήφθη· οὐ γὰρ εἶπεν ἁπλῶς σκεύη ὀστράκινα, ἀλλὰ σκεύη κεραμέως. Ἀλλὰ προσέχετε. Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν λάβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐτοῖς ἅπαξ ἀντιτυπίαν· ὅτι δὲ τὰ σκεύη τοῦ κεραμέως οὐκ ἔστιν ὀστράκινα, ἀλλὰ πήλινα· ὅθεν καὶ διαστραφέντα ῥᾳδίως ἂν πρὸς τὸ δεύτερον ἐπανέλθῃ σχῆμα τῇ τοῦ τεχνίτου σοφίᾳ. Ὅταν μὲν οὖν συμφορὰν ἀνίατον λέγῃ, οὐ σκεύη κεραμέως φησὶν, ἀλλὰ σκεῦος ὀστράκινον. Ὅτε γοῦν ἐβούλετο διδάξαι τὸν προφήτην καὶ τοὺς Ἰουδαίους, ὅτι συμφορᾷ ἀνιάτῳ παρέδωκε τὴν πόλιν, ἐκέλευσε λαβεῖν βίκον ὀστράκινον, καὶ συντρίψαι ἔμπροσθεν παντὸς τοῦ δήμου, καὶ εἰπεῖν· Οὕτως ἀπολεῖται καὶ ἡ πόλις, καὶ συντριβήσεται. Ἐπειδὰν δὲ βούληται χρηστὰς αὐτοῖς ὑποτείνειν ἐλπίδας, εἰς κεραμεῖον κατάγει τὸν προφήτην, καὶ οὐ δείκνυσιν αὐτῷ σκεῦος ὀστράκινον, ἀλλὰ δείκνυσιν αὐτῷ σκεῦος πήλινον ἐν ταῖς χερσὶ τοῦ κεραμέως γινόμενον, διαπίπτον, καὶ ἐπάγει λέγων· Εἰ ὁ κεραμεὺς οὗτος τὸ σκεῦος τὸ διαπεσὸν ἀναλαβὼν ἐῤῥύθμισε πάλιν, οὐ πολλῷ μᾶλλον ἐγὼ δυνήσομαι διαπεσόντας ὑμᾶς ἐπανορθῶσαι; Δυνατὸν μὲν οὖν τῷ Θεῷ οὐχὶ πηλίνους ὄντας μόνον διορθῶσαι διὰ λουτροῦ παλιγγενεσίας, ἀλλὰ καὶ τὴν τοῦ Πνεύματος δεξαμένους ἐνέργειαν, καὶ διολισθήσαντας διὰ μετανοίας ἠκριβωμένης πρὸς τὸ ἀρχαῖον ἐπαναγαγεῖν. Ἀλλ' οὐ καιρὸς ὑμῖν τοὺς περὶ μετανοίας ἀκοῦσαι λόγους· μᾶλλον δὲ μηδέποτε γένοιτο καιρὸς εἰς χρείαν ὑμᾶς ἐκείνων ἐμπεσεῖν τῶν φαρμάκων, ἀλλ' ἀεὶ μένοιτε τὸ κάλλος καὶ τὴν λαμπρότητα, ἣν μέλλετε λαμβάνειν νῦν, ἀκέραιον διατηροῦντες. Ἵνα οὖν ἀεὶ μένοιτε, φέρε καὶ περὶ πολιτείας ὑμῖν διαλεχθῶμεν ὀλίγα· ἐν γὰρ τῇ παλαίστρᾳ ταύτῃ ἀκίνδυνα τοῖς ἀθληταῖς τὰ πτώματα· πρὸς γὰρ τοὺς οἰκείους ἡ πάλη, καὶ τοῖς σώμασι τῶν διδασκάλων ἐμμελετῶσιν ἅπαντα. Ὅταν δὲ ὁ τῶν ἀγώνων παραγένηται καιρὸς, ὅταν ἀνοιγῇ τὸ στάδιον, ὅταν τὸ θέατρον ἄνω καθήμενον ᾖ, ὅταν ὁ ἀγωνοθέτης παρῇ, ἀνάγκη λοιπὸν ἢ ῥᾳθυμήσαντας πεσεῖν καὶ μετὰ αἰσχύνης ἀναχωρῆσαι πολλῆς, ἢ σπουδάσαντας τῶν στεφάνων καὶ τῶν βραβείων ἐπιτυχεῖν. Οὕτω δὴ καὶ ἐφ' ὑμῶν, αἱ τριάκοντα ἡμέραι αὗται παλαίστρᾳ τινὶ προσεοίκασι καὶ γυμνασίοις καὶ μελέτῃ. Μάθωμεν ἐντεῦθεν ἤδη περιγενέσθαι τοῦ πονηροῦ δαίμονος ἐκείνου· πρὸς γὰρ ἐκεῖνον ἀποδύεσθαι μέλλομεν μετὰ τὸ βάπτισμα, πρὸς ἐκεῖνον πυκτεύειν καὶ μάχεσθαι. Μάθωμεν τοίνυν ἐντεῦθεν ἤδη τὰς λαβὰς ἐκείνου, πόθεν ἐστὶ πονηρὸς, πόθεν ἡμῖν εὐκόλως ἐπηρεάσαι δύναται, ἵνα τῶν ἀγώνων παραγενομένων μὴ ξενοπαθῶμεν μηδὲ θορυβώμεθα, καινὰ τὰ παλαίσματα ὁρῶντες, ἀλλ' ἤδη μεταξὺ ἡμῶν αὐτῶν μελετήσαντες, καὶ τὰς μεθοδείας αὐτοῦ μαθόντες ἁπάσας, μετὰ τοῦ θαῤῥεῖν ἁψώμεθα τῶν παλαισμάτων πρὸς ἐκεῖνον. Πάντοθεν μὲν οὖν ἐπηρεάζειν ἡμῖν εἴωθεν, μάλιστα δὲ διὰ τῆς γλώττης καὶ διὰ τοῦ στόματος. Οὐδὲν γὰρ οὕτως ἐπιτήδειον ὄργανον ἐκείνῳ πρὸς ἀπάτην καὶ ἀπώλειαν ἡμετέραν, ὡς γλῶττα ἀκόλαστος καὶ στόμα ἀθύρωτον. Ἐντεῦθεν ἡμῖν τὰ πολλὰ πτώματα, ἐντεῦθεν ἡμῖν τὰ χαλεπὰ ἐγκλήματα. Καὶ τὴν μὲν εὐκολίαν τῶν ὀλισθημάτων διὰ τῆς γλώττης τις δηλῶν ἔλεγε· Πολλοὶ ἔπεσον διὰ μαχαίρας, ἀλλ' οὐ τοσοῦτοι ὅσοι διὰ γλώττης. Τὸ δὲ χαλεπὸν τοῦ πτώματος ἐμφαίνων πάλιν ὁ αὐτὸς εἶπεν· Ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον, ἢ ὀλίσθημα ἀπὸ γλώσσης. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Βέλτιόν ἐστι, φησὶ, πεσεῖν καὶ συντριβῆναι τὸ σῶμα, ἢ ῥῆμα προέσθαι τοιοῦτον, ὃ τὴν ψυχὴν ἡμῶν ἀπόλλυσιν. Οὐ λέγει δὲ τὰ πτώματα μόνον, ἀλλὰ καὶ παραινεῖ πολλὴν ποιεῖσθαι πρόνοιαν, ὥστε μὴ ὑποσκελισθῆναι, οὕτως εἰπών· Ποίησον τῷ στόματί σου θύραν καὶ μοχλούς· οὐχ ἵνα θύρας καὶ μοχλοὺς κατασκευάσωμεν, ἀλλ' ἵνα μετὰ πολλῆς τῆς ἀσφαλείας πρὸς τὰ ἄτοπα τῶν ῥημάτων τὴν γλῶτταν ἀποκλείσωμεν. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι μετὰ τῆς ἡμετέρας σπουδῆς, καὶ πρὸ τῆς ἡμετέρας τῆς ἄνωθεν δεόμεθα ῥοπῆς, ὥστε τὸ θηρίον τοῦτο κατασχεῖν ἔνδον, πρὸς τὸν Θεὸν τὰς χεῖρας ἀνατείνας ὁ προφήτης ἔλεγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς ἐπὶ τὰ χείλη μου. Ὁ δὲ τὰ πρότερον παραινέσας, πάλιν καὶ αὐτός φησι· Τίς δώσει ἐπὶ τῷ στόματί μου φυλακὴν, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον; Ὁρᾷς ἕκαστον δεδοικότα τὰ πτώματα ταῦτα, καὶ θρηνοῦντα καὶ συμβουλεύοντα, καὶ εὐχόμενον πολλῆς ἀπολαῦσαι τὴν γλῶτταν φυλακῆς; Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσοῦτον ἡμῖν φέρει τὸν ὄλεθρον τοῦτο τὸ ὄργανον, ἐνέθηκεν ἡμῖν αὐτὸ παρὰ τὴν ἀρχὴν ὁ Θεός; Ὅτι καὶ πολλὴν ἔχει τὴν ὠφέλειαν· κἂν σπουδάζωμεν, ὠφέλειαν ἔχει μόνον, ὄλεθρον δὲ οὐδένα. Ἄκουσον γοῦν τί φησιν ὁ τὰ πρότερα ἐκεῖνα εἰπών· Ἐν χειρὶ γλώττης ζωὴ καὶ θάνατος. Καὶ ὁ Χριστὸς δὲ τὰ αὐτὰ δηλοῖ λέγων· Ἀπὸ τῶν λόγων σου κατακριθήσῃ, καὶ ἀπὸ τῶν λόγων σου δικαιωθήσῃ. Μέσῃ γὰρ ἕστηκεν ἡ γλῶσσα τῆς πρὸς ἑκάτερα χρήσεως· σὺ κύριος εἶ. Οὕτω καὶ τὸ ξίφος κεῖται μέσον· κἂν μὲν κατὰ τῶν πολεμίων χρήσῃ σωτήριόν σοι τὸ ὄργανον γέγονεν· ἂν δὲ κατὰ σαυτοῦ τὴν πληγὴν ὠθήσῃς, οὐχ ἡ σιδήρου φύσις, ἀλλ' ἡ σὴ παρανομία γίνεται τῆς σφαγῆς αἰτία. Οὕτω καὶ περὶ τῆς γλώττης λογισώμεθα· ξίφος ἐστὶν ἐν μέσῳ κείμενον· ἀκόνησον οὖν αὐτὴν κατὰ τῆς τῶν ἁμαρτημάτων τῶν σῶν κατηγορίας· μὴ κατὰ ἀδελφοῦ τὴν πληγὴν ὠθήσῃς. Διὰ τοῦτο διπλῷ τειχίῳ περιέβαλεν αὐτὴν ὁ Θεὸς, τῷ τῶν ὀδόντων διαφράγματι καὶ τῇ τῶν χειλέων περιβολῇ, ἵνα μὴ ῥᾳδίως καὶ ἀπερισκέπτως ἐκφέρῃ τὰ ῥήματα τὰ μὴ προσήκοντα. Χαλίνωσον αὐτὴν ἔνδον. Ἀλλ' οὐκ ἀνέχεται; καὶ σωφρόνισον αὐτὴν διὰ τῶν ὀδόντων, ὥσπερ δημίοις τούτοις ἐκδοὺς αὐτῆς τὸ σῶμα, καὶ ποιήσας δακεῖν· καὶ γὰρ βέλτιον αὐτὴν δηχθῆναι τοῖς ὀδοῦσι νῦν ἁμαρτάνουσαν, ἢ τότε ζητοῦσαν σταγόνα ὕδατος καὶ τηγανιζομένην μὴ τυχεῖν τῆς παραμυθίας. Πολλὰ μὲν οὖν καὶ ἄλλα ἁμαρτάνειν εἴωθε λοιδοροῦσα, βλασφημοῦσα, αἰσχρὰ προϊεμένη ῥήματα, συκοφαντοῦσα, ὀμνύουσα, ἐπιορκοῦσα.