Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1
Not analysed yet
Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς, τῆς σάλπιγγος τῆς ἐκ τῶν οὐρανῶν, τῆς λύρας τῆς πνευματικῆς; Καὶ γὰρ ὡς σάλπιγξ φοβερὸν ἠχοῦσα καὶ πολεμικὸν, καταπλήττει τε τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν οἰκείων τὰ πεπτωκότα φρονήματα, καὶ πολλοῦ θάρσους ἐμπλήσασα ἀκαταγωνίστους ποιεῖ τῷ διαβόλῳ τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς τῆς ψυχαγωγίας τέρπουσα, κοιμίζει τῶν ἀτόπων λογισμῶν τὰ πάθη, καὶ πολλὴν ἡμῖν μεθ' ἡδονῆς ἐνίησι τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων διαλεγομένου τῷ Τιμοθέῳ; Καὶ γὰρ περὶ χειροτονιῶν πρὸς αὐτὸν ἐπέστελλεν εἰπών· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων ἕτεροι τὴν τιμωρίαν ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται. Εἶτα πάλιν φησίν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Καὶ περὶ τῆς τῶν οἰκετῶν ὑποταγῆς, καὶ περὶ τῆς τῶν φιλαργύρων μανίας, καὶ περὶ τῆς τῶν πλουτούντων ἀπονοίας, καὶ περὶ πολλῶν ἡμῖν ἑτέρων διελέχθη τήμερον. Ἐπεὶ οὖν ἅπαντα ἐπελθεῖν ἀδύνατον, τί βούλεσθε τῶν εἰρημένων προχειρισάμενοι πρὸς τὴν ὑμετέραν ἀγάπην εἴπωμεν; Καθάπερ γὰρ ἐν λειμῶνι πολλὰ καὶ ποικίλα ὁρῶ τῆς ἀναγνώσεως τὰ ἄνθη, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν, πολλὰ δὲ τὰ ἴα, καὶ οὐκ ἐλάττω τὰ κρίνα, ἀλλὰ ποικίλον πανταχοῦ καὶ δαψιλῆ τοῦ πνεύματος διεσπαρμένον τὸν καρπὸν, καὶ πολλὴν τὴν εὐωδίαν· μᾶλλον δὲ οὐχὶ λειμὼν μόνον, ἀλλὰ καὶ παράδεισός ἐστι τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις· οὐ γὰρ εὐωδίαν ψιλὴν ἔχει ταῦτα τὰ ἄνθη μόνον, ἀλλὰ καὶ καρπὸν ψυχὴν τρέφειν δυνάμενον. Τί τοίνυν βούλεσθε τῶν εἰρημένων εἰς μέσον ἀγάγωμεν τήμερον; βούλεσθε ὃ δοκεῖ πάντων εὐτελέστερον εἶναι, καὶ τοῖς τυχοῦσιν εὐσύνοπτον, τοῦτο μεταχειρισώμεθα νῦν; Ἔμοιγε δοκεῖ, καὶ ὑμῖν εὖ οἶδ' ὅτι συνδόξει. Τί ποτ' οὖν ἐστι τὸ τῶν ἄλλων εὐκολώτερον; τί δὲ ἕτερον, ἀλλ' ἢ ὃ καὶ τῷ τυχόντι δοκεῖ ῥᾴδιον εἶναι, καὶ εὐσύνοπτον εἰπεῖν; Ποῖον δὴ τοῦτο; Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Φέρε οὖν πᾶσαν τὴν διάλεξιν εἰς ταύτην τὴν ῥῆσιν καταναλώσωμεν. Ποιοῦμεν δὲ τοῦτο οὐ φιλοτιμίας ἕνεκεν, οὐδὲ τῆς ἐν τῷ λέγειν δυνάμεως παρασχεῖν ἐπίδειξιν σπουδάζοντες (οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλ' ἅπερ ἂν ἡ τοῦ Πνεύματος ἐμπνεύσῃ χάρις), ἀλλ' ἵνα τοὺς ῥᾳθυμοτέρους τῶν ἀκροατῶν διεγείρωμεν, καὶ πείσωμεν πόσος τῶν Γραφῶν ὁ θησαυρὸς, καὶ ὡς οὐκ ἀσφαλὲς τὸ παρατρέχειν οὐδὲ ἀκίνδυνον. Εἰ γὰρ ἡ ψιλὴ ῥῆσις αὕτη καὶ εὐσύνοπτος, καὶ μηδὲν ἔχειν ἀναγκαῖον δοκοῦσα τοῖς πολλοῖς, φανείη πολλοῦ πλούτου παρέχουσα προφάσεις ἡμῖν καὶ ἀφορμὰς φιλοσοφίας τῆς ἀνωτάτω, πολλῷ μᾶλλον ἐκεῖνα, τὰ καὶ αὐτόθεν τὴν οἰκείαν εὐπορίαν ἐπιδεικνύμενα, μυρίων ἐμπλήσει θησαυρῶν τοὺς προσέχοντας. Μὴ τοίνυν μηδὲ τὰ νομιζόμενα εἶναι ψιλὰ τῶν Γραφῶν νοήματα παρατρέχωμεν· τῆς γὰρ ἀπὸ τοῦ Πνεύματος χάριτός ἐστι καὶ ταῦτα· Πνεύματος δὲ χάρις οὐδέποτέ ἐστι μικρὰ καὶ εὐτελὴς, ἀλλὰ μεγάλη καὶ θαυμασία καὶ τῆς τοῦ δεδωκότος ἀξία μεγαλοδωρίας. Μὴ τοίνυν παρέργως ἀκούσωμεν, ἐπεὶ καὶ οἱ τὴν μεταλλικὴν ἕψοντες γῆν, ἐπειδὰν εἰς τὸ χωνευτήριον αὐτὴν ἐμβάλωσιν, οὐχὶ τὰς μάζας τοῦ χρυσοῦ μόνον ἀναιροῦνται, ἀλλὰ καὶ τὰ μικρὰ ψήγματα μετὰ πολλῆς συλλέγουσι τῆς ἀκριβείας. Ἐπεὶ οὖν καὶ ἡμεῖς χρυσίον ἕψομεν ἀπὸ τῶν μετάλλων ἀνελόμενοι τῶν ἀποστολικῶν, οὐκ εἰς χωνευτήριον ἐμβάλλοντες, ἀλλ' εἰς τὴν διάνοιαν τῆς ὑμετέρας ψυχῆς καθιέντες, οὐχὶ φλόγα ἀνακαίοντες, ἀλλὰ τὸ πῦρ τοῦ πνεύματος ἀνάπτοντες, μετὰ ἀκριβείας μεγάλης καὶ τὰ μικρὰ ψήγματα ἀναλεγώμεθα. Εἰ γὰρ καὶ βραχεῖα ἡ ῥῆσις, ἀλλὰ πολλὴ ἡ δύναμις· ἐπεὶ καὶ οἱ μαργαρῖται οὐκ ἐν τῷ τοῦ σώματος ὄγκῳ, ἀλλ' ἐν τῷ κάλλει τῆς φύσεως τὴν οἰκείαν εὐπορίαν ἔχουσιν· οὕτω καὶ τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἡ μὲν γὰρ ἔξωθεν παίδευσις πολὺν ἀνελίττουσα λῆρον καὶ πολλὴν καταχέουσα τῶν ἀκροατῶν φλυαρίαν, κεναῖς τοὺς ἀκροατὰς ἀποπέμπει χερσὶ, καὶ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν καρπωσαμένους καλόν· ἡ δὲ τοῦ Πνεύματος χάρις οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν διὰ μικρῶν ῥημάτων πᾶσι τοῖς προσέχουσι φιλοσοφίαν ἐντίθησι· καὶ ἀρκεῖ ῥῆμα πολλάκις ἓν λαβόντας ἐντεῦθεν, πάσης τῆς ζωῆς ἔχειν ἐφόδιον.