Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1
Not analysed yet
Ἐπεὶ οὖν τοσοῦτος ὁ πλοῦτος, διεγείρωμεν ἑαυτοὺς, καὶ νηφούσῃ τῇ διανοίᾳ τὰ λεγόμενα ὑποδεξώμεθα· καὶ γὰρ πρὸς πολὺ βάθος τὸν λόγον καθεῖναι παρασκευάζομαι. Πολλοῖς γὰρ καὶ παρέλκειν ἔδοξεν ἡ παραίνεσις αὕτη, καὶ περιττή τις εἶναι· καὶ τοιαῦτα λέγουσι ῥήματα· Οὐκ ἠδύνατο ἀφ' ἑαυτοῦ συνιδεῖν ὁ Τιμόθεος ᾧτινι κεχρῆσθαι ἔδει, ἀλλ' ἀνέμεινε παρὰ τοῦ διδασκάλου μαθεῖν; Εἶτα ὁ διδάσκαλος οὐ μόνον ἐπέταξεν, ἀλλὰ καὶ γράμμασιν ἐναπέθετο, καθάπερ ἐν στήλῃ χαλκῇ, τῇ πρὸς αὐτὸν ἐγκολάψας ἐπιστολῇ· καὶ οὐκ ἠρυθρίασεν ὑπὲρ τοιούτων ἐπιστεῖλαι δημοσίᾳ γράφων τῷ μαθητῇ; Ἵνα οὖν μάθῃς, ὅτι οὐ μόνον οὐ παρέλκει ἡ παραίνεσις, ἀλλὰ καὶ ἀναγκαία καὶ χρησιμωτάτη γέγονε, καὶ οὐχὶ Παύλου ἐστὶ τοῦτο, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος, οὐ τὸ λεχθῆναι μόνον λέγω, ἀλλὰ καὶ τὸ γράμμασιν ἐντεθῆναι, καὶ πᾶσι τοῖς γίνεσθαι μέλλουσι διὰ τῆς ἐπιστολῆς παραδοθῆναι ταύτης, ἐπ' αὐτὴν βαδιοῦμαι λοιπὸν τὴν ἀπόδειξιν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον τοῦτο οὐκ ἔλαττον διαποροῦσί τινες, ζητοῦντες πρὸς ἑαυτοὺς τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς ἄνδρα τοσαύτην ἔχοντα παῤῥησίαν, οὗ τὰ ὀστᾶ καὶ τὰ λείψανα δαίμονας ἀπήλαυνεν, ἀῤῥωστίᾳ τοσαύτῃ περιπεσεῖν· οὐ γὰρ ἁπλῶς ἐνόσει, ἀλλ' ἀεὶ, καὶ διηνεκῶς, καὶ ἐπαλλήλοις καὶ συνεχέσιν ἀῤῥωστίαις, καὶ οὐδὲ μικρὸν αὐτῷ παρεχούσαις ἀναπνεῖν. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· οὐ γὰρ εἶπε, Διὰ τὴν ἀσθένειαν, ἀλλὰ Διὰ τὰς ἀσθενείας, καὶ οὐδὲ ἁπλῶς ἀσθενείας, ἀλλὰ τὸ συνεχὲς αὐτῶν δηλῶν ἔλεγε, Τὰς πυκνάς σου ἀσθενείας. Ἀκουέτωσαν ὅσοι μακρᾷ παραδοθέντες νόσῳ δυσανασχετοῦσι καὶ ἀπαγορεύουσιν. Οὐ τοῦτο δέ ἐστι τὸ ζητούμενον μόνον, ὅτι ἅγιος ὢν ἐνόσει, καὶ οὕτως ἐνόσει συνεχῶς, ἀλλ' ὅτι καὶ τὰ κοινὰ τῆς οἰκουμένης ἦν ἐμπεπιστευμένος πράγματα. Εἰ μὲν γὰρ εἷς ἐκείνων ἦν τῶν εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀνακεχωρηκότων, καὶ τῶν ἐπὶ τῆς ἐρημίας καλύβην πηξαμένων, καὶ τῶν ἀπράγμονα τοῦτον ἀνῃρημένων βίον, οὐκ ἦν οὕτως ἄπορον τὸ ζητούμενον· τὸ δὲ εἰς μέσον προβεβλημένον, καὶ τοσούτων Ἐκκλησιῶν ἐγκεχειρισμένον φροντίδας, καὶ πόλεις ὁλοκλήρους καὶ ἔθνη καὶ τὴν οἰκουμένην ἅπασαν μετὰ τοσαύτης διέποντα προθυμίας τε καὶ σπουδῆς, τῇ τῆς ἀῤῥωστίας ἀνάγκῃ παραδοθῆναι, τοῦτό ἐστι τὸ μάλιστα πάντων ἱκανὸν θορυβῆσαι τὸν μὴ προσέχοντα. Εἰ γὰρ καὶ μὴ δι' ἑαυτὸν, διὰ γοῦν τοὺς ἄλλους ὑγιαίνειν αὐτὸν ἐχρῆν Στρατηγὸς ἦν ἄριστος· πόλεμος αὐτῷ συγκεκρότητο, φησὶν, οὐχὶ πρὸς τοὺς ἀπίστους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς δαίμονας, καὶ πρὸς αὐτὸν τὸν διάβολον· μετὰ πολλῆς τῆς σφοδρότητος οἱ πολέμιοι πάντες ἐπέκειντο, διασπῶντες τὸ στρατόπεδον, καὶ αἰχμαλωτίζοντες· οὗτος δ' ἠδύνατο μυρίους ἐπὶ τὴν ἀλήθειαν ἐπαναγαγεῖν, καὶ ἠσθένει. Εἰ γὰρ καὶ μηδεμία, φησὶν, ἑτέρα βλάβη τοῖς πράγμασιν ἀπὸ τῆς ἀῤῥωστίας ἐγίνετο, τοῦτο μόνον ἱκανὸν ἦν τοὺς πιστοὺς ὀκνηροτέρους καὶ ῥᾳθυμοτέρους ποιῆσαι. Εἰ γὰρ στρατιῶται τὸν στρατηγὸν τὸν ἑαυτῶν ὁρῶντες τῇ κλίνῃ προσδεδεμένον, ὀκνηρότεροι γίνονται καὶ πρὸς τὴν μάχην ῥᾳθυμότεροι· πολλῷ μᾶλλον εἰκὸς ἦν, καὶ τοὺς πιστοὺς τότε τὸν διδάσκαλον ὁρῶντας τὸν τοσαῦτα σημεῖα ἐργασάμενον συνεχῶς ἀῤῥωστοῦντα, καὶ τὸ σῶμα κάμνοντα, ἀνθρώπινόν τι παθεῖν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν τι οἱ διαποροῦντες ζητοῦσι· τίνος γὰρ ἕνεκεν πάλιν οὔτε αὐτὸς ἑαυτὸν, οὔτε ὁ διδάσκαλος αὐτοῦ οὕτω διακείμενον ἐθεράπευσεν; ἀλλὰ νεκροὺς μὲν ἤγειρον, καὶ δαίμονας ἀπήλαυνον, καὶ θανάτου μετὰ περιουσίας ἐκράτουν, σῶμα δὲ ἓν ἠσθενηκὸς οὐ διώρθωσαν, ἀλλ' ἐν ἀλλοτρίοις σώμασι καὶ ζῶντες καὶ τετελευτηκότες τοσαύτην ἐπιδεδειγμένοι δύναμιν, στόμαχον καταπεσόντα οὐκ ἀνέστησαν· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ αἰσχύνεται Παῦλος οὐδὲ ἐρυθριᾷ μετὰ τοσαῦτα καὶ τηλικαῦτα σημεῖα, ἃ καὶ διὰ ψιλοῦ ῥήματος ἐπεδείκνυτο, Τιμοθέῳ γράφων ἐπὶ τὴν ἀπὸ τῆς οἰνοποσίας καταφυγεῖν θεραπείαν. Οὐχ ὅτι τὸ πίνειν οἶνον αἰσχρὸν, μὴ γένοιτο· αἱρετικῶν γὰρ ταῦτα παραγγέλματα· ἀλλ' ὅτι οὐκ ἐνόμιζεν αἰσχύνην εἶναι τὸ μὴ δύνασθαι χωρὶς τῆς ἐκείνου βοηθείας διορθώσασθαι νενοσηκὸς ἓν μέλος. Ἀλλ' ὅμως τοσοῦτον ἀπέσχεν αἰσχυνθῆναι ἐπὶ τούτῳ, ὅτι καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον αὐτὸ ἐποίησεν. Ἴδετε πρὸς πόσον βάθος κατηγάγομεν τὸν λόγον; πῶς τὸ δοκοῦν μικρὸν εἶναι, μυρίων γέμει ζητημάτων; Φέρε οὖν καὶ τὴν λύσιν ἐπαγάγωμεν. Διὰ γὰρ τοῦτο πρὸς πολὺ βάθος κατέβημεν, ἵνα διεγείραντες ὑμῶν τὴν διάνοιαν, ἐν ἀσφαλεῖ τὰ νοήματα ἀποθώμεθα.