Ancient Greek · ~16 min
Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-16
Not analysed yet
Τὸν ἄρχοντα μὲν ἐπῄνεσα τῆς κηδεμονίας, ὅτι τεθορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βουλευομένους, εἰσελθὼν παρεκάλεσέ τε ὑμᾶς καὶ εἰς χρηστὰς ἤγαγεν ἐλπίδας· ὑπὲρ ὑμῶν δὲ ᾐσχύνθην καὶ ἠρυθρίασα, ὅτι τῆς ἔξωθεν ἐδεήθητε παρακλήσεως μετὰ τοὺς πολλοὺς καὶ μακροὺς λόγους ἐκείνους. Ηὐξάμην διαστῆναί μοι τὴν γῆν καὶ καταδῦναι, ὅτε ἤκουον αὐτοῦ πρὸς ὑμᾶς διαλεγομένου, καὶ νῦν μὲν παραμυθουμένου, νῦν δὲ αἰτιωμένου τὴν ἄκαιρον ταύτην καὶ ἄλογον δειλίαν. Οὐ γὰρ ὑμᾶς παρ' ἐκείνου διδάσκεσθαι ἔδει, ἀλλ' ὑμᾶς τοῖς ἀπίστοις ἅπασι γίνεσθαι διδασκάλους. Οὐ γὰρ δικάζεσθαι παρὰ τοῖς ἀπίστοις ὁ Παῦλος ἐπέτρεψε· σὺ δὲ διδασκάλων τῶν ἔξωθεν ἐδεήθης μετὰ τὴν τοσαύτην τῶν πατέρων παραίνεσιν, καὶ δραπέται καὶ μαστιγίαι τινὲς πόλιν τοσαύτην ἀνεπτέρωσαν καὶ εἰς φυγὴν ἐνέβαλον. Ποίοις ὀφθαλμοῖς ἀντιβλέψομεν λοιπὸν τοὺς ἀπίστους, οὕτω ψοφοδεεῖς ὄντες καὶ δειλοί; ποίᾳ γλώττῃ πρὸς αὐτοὺς διαλεξόμεθα, καὶ πείσομεν θαῤῥεῖν ὑπὲρ τῶν ἐπιόντων δεινῶν, λαγωοῦ παντὸς δειλότεροι διὰ τῆς ἀγωνίας γενόμενοι ταύτης; Καὶ τί πάθωμεν, φησίν; Ἄνθρωποι γάρ ἐσμεν. Δι' αὐτὸ μὲν οὖν τοῦτο οὐ χρὴ θορυβεῖσθαι, ἐπειδὴ ἄνθρωποί ἐσμεν, καὶ οὐκ ἄλογα. Ἐκεῖνα ἀπὸ ψόφων καὶ κτύπων ἅπαντα σοβεῖται· οὐ γὰρ ἔχει λογισμὸν τὸν δυνάμενον ἀποκρούσασθαι τὸ δέος· σὺ δὲ λόγῳ καὶ λογισμῷ τετιμημένος, πῶς εἰς τὴν ἐκείνων καταπίπτεις δυσγένειαν; Εἰσῆλθέ τις, ἀπήγγειλεν ἔφοδον στρατιωτῶν; μὴ θορυβηθῇς, ἀλλ' ἀφεὶς αὐτὸν, κλῖνον τὰ γόνατα, τὸν Δεσπότην σου παρακάλεσον, στέναξον πικρὸν, καὶ ἀποκρούσεται τὸ δεινόν. Σὺ μὲν στρατιωτῶν ἔφοδον ἀκούσας οὐκ ἀληθῆ, καὶ τῆς ζωῆς ἐκινδύνευσας ἀποῤῥαγῆναι τῆς παρούσης· ὁ δὲ μακάριος Ἰὼβ ἐκεῖνος ἐπαλλήλων ἀγγέλων ἐρχομένων, καὶ τὰ δεινὰ ἀπαγγελλόντων ἀκούων, καὶ προσθέντων τὴν ἀφόρητον τῶν παίδων ἀπώλειαν, οὐκ ἀνῴμωξεν, οὐκ ἐστέναξεν, ἀλλ' ἐπὶ προσευχὴν ἐτρέπετο, καὶ ηὐχαρίστει τῷ Δεσπότῃ. Τοῦτον καὶ σὺ μίμησαι· καὶ ὅταν ἐλθών τις ἀπαγγείλῃ ὅτι στρατιῶται τὴν πόλιν ἐκύκλωσαν καὶ τὰς οὐσίας διαρπάζειν μέλλουσι, πρὸς τὸν Δεσπότην σου κατάφυγε, καὶ εἰπέ· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἐκεῖνον οὐκ ἐφόβησεν ἡ πεῖρα τῶν πραγμάτων, σὲ καὶ ἡ ἀκοὴ μόνη πτοεῖ; Καὶ τίνος ἂν εἴημεν ἄξιοι λόγου, οἱ καὶ θανάτου κατατολμᾷν κελευσθέντες, καὶ ὑπὸ φήμης ψευδοῦς οὕτω πτοούμενοι; Ὁ θορυβούμενος καὶ τὸν οὐκ ὄντα φόβον συνίστησι καὶ ταραχὴν τὴν μὴ φαινομένην· ὁ δὲ ἐν καταστάσει καὶ γαλήνῃ ψυχῆς ὢν καὶ τὸν ὄντα διαλύει. Οὐχ ὁρᾷς τοὺς κυβερνήτας, ὅτι τῆς θαλάσσης μαινομένης, νεφῶν συντρεχόντων, βροντῶν καταῤῥηγνυμένων, πάντων τῶν ἐπὶ τοῦ πλοίου θορυβουμένων, ἐπὶ τῶν οἰάκων αὐτοὶ κάθηνται, χωρὶς θορύβου καὶ ταραχῆς τῇ τέχνῃ τῇ ἑαυτῶν προσέχοντες, καὶ σκοποῦντες, ὅπως τὸν ἐπιόντα διακρούσωνται χειμῶνα; Τούτους καὶ σὺ μίμησαι, καὶ τῆς ἱερᾶς ἀγκύρας ἐπιλαβόμενος, τῆς εἰς τὸν Θεὸν ἐλπίδος, ἄσειστος μένε καὶ ἀπερίτρεπτος. Πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους, φησὶ, καὶ οὐ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὑτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ κατέπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὁρᾷς ὅτι ἀνοίας ἐστὶ τὸ προκαταπίπτειν καὶ περιτρέπεσθαι; Μᾶλλον δὲ ἡμεῖς οὐδὲ κατὰ τὸν μωρὸν ἐκεῖνον ἐγενόμεθα, ἀλλὰ καὶ ἐκείνου ἀθλιώτερον κατεπέσομεν. Ἐκείνου μὲν γὰρ ἡ οἰκία μετὰ ποταμοὺς, μετὰ τὸ κατενεχθῆναι τὸν ὑετὸν, μετὰ τὸ προσπεσεῖν τοὺς ἀνέμους κατέπεσεν· ἡμεῖς δὲ οὐκ ἀνέμων ἐνεχθέντων, οὐ ποταμῶν προσρηξάντων, οὐ πνευμάτων προσβαλόντων, πρὸ τῆς πείρας τῶν δεινῶν ἀπὸ τῆς ἀκοῆς μόνης περιετράπημεν, καὶ πάντα, ἅπερ ἐφιλοσοφοῦμεν, ἐξεχέαμεν. Ποίαν οἴεσθέ μοι τὴν διάνοιαν εἶναι νῦν; πῶς ἐγκαλύπτεσθαι; πῶς καταδύεσθαι; πῶς ἐρυθριᾷν; Εἰ μὴ πολλὴν παρὰ τῶν πατέρων ὑπέστην ἀνάγκην, οὐδ' ἂν ἀνέστην, οὐδ' ἂν διελέχθην ὑπὸ τῆς ἀθυμίας σκοτωθεὶς τῆς ἐπὶ τῇ μικροψυχίᾳ τῇ ὑμετέρᾳ· ἀλλ' οὐδὲ νῦν δεδύνημαι εἰς ἐμαυτὸν ἐπανελθεῖν· οὕτω μοι θυμὸς καὶ ἀθυμία πολιορκεῖ τὴν ψυχήν. Τίς γὰρ οὐκ ἂν ἀγανακτήσειε, τίς οὐκ ἂν δυσχεράνειεν, ὅταν μετὰ τοσαύτην διδασκαλίαν, Ἑλλήνων δέησθε διδασκάλων εἰς τὸ παρακληθῆναι καὶ πεισθῆναι γενναίως ἐνεγκεῖν τὸν παρόντα φόβον; Εὔξασθε τοίνυν δοθῆναι λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν, δυνηθῆναί τε τὴν ἀθυμίαν ἡμᾶς ἀποτινάξασθαι ταύτην καὶ μικρὸν ἀναστῆναι. Καὶ γὰρ σφόδρα κατέβαλεν ἡμῶν τὴν ψυχὴν ἡ ὑπὲρ τῆς ὑμετέρας μικροψυχίας αἰσχύνη.