Ancient Greek · ~14 min
Φημισθείσης εἰς τὸν ἄρχοντα πραίδας, καὶ πάντων περὶ φυγῆς βουλευομένων, τοῦ ἄρχοντος εἰσελθόντος εἰς τὴν ἐκκλησίαν καὶ παρακαλέσαντος, ἐλέχθη ἡ παροῦσα ὁμιλία· καὶ περὶ τοῦ μὴ ὀμνύναι· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὁμιλία ιϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-15
Not analysed yet
Πολλὰ πρώην διελέχθην πρὸς τὴν ὑμετέραν ἀγάπην καὶ περὶ παγίδων τῶν πανταχόθεν ἡμῖν κειμένων, καὶ περὶ φόβου καὶ ἀθυμίας, καὶ περὶ πένθους καὶ ἡδονῆς, καὶ περὶ τῆς δρεπάνης τῆς ἐπὶ τὰς οἰκίας τῶν ὀμνυόντων πετομένης· ἀπὸ τῶν πολλῶν δὴ μάλιστα τούτων ἁπάντων ἐκεῖνα διαμνημονεύσατέ μοι τὰ περὶ τῆς δρεπάνης εἰρημένα τῆς πετομένης, καὶ εἰς τὴν οἰκίαν τοῦ ὀμνύοντος καταλυούσης, καὶ τοὺς λίθους καὶ τὰ ξύλα κατασκαπτούσης καὶ δαπανώσης ἅπαντα. Καὶ μετὰ τούτου κἀκεῖνο φυλάττετε, ὅτι τῆς ἐσχάτης ἀνοίας ἐστὶν, Εὐαγγέλιον λαμβάνοντας ὀμνύναι, καὶ τὸν νόμον τὸν κωλύοντα ὀμνύναι, τοῦτον ὅρκον ποιεῖσθαι· καὶ ὅτι βέλτιον ζημιοῦσθαι χρήματα, ἢ τοῖς πλησίον ὅρκον ἐπαγαγεῖν· ὅτι ἱκανὴ τοῦτο εἰς τὸν Θεὸν γίνεται τιμή. Ὅταν γὰρ εἴπῃς τῷ Θεῷ, ὅτι Διὰ σὲ οὐχ ὥρκωσα τὸν δεῖνα τὸν κεκλοφότα καὶ κακουργήσαντα, ἀντὶ ταύτης σοι τῆς τιμῆς πολλὴν καὶ κατὰ παρὸν καὶ μετὰ ταῦτα ἀποδώσει τὴν ἀμοιβήν. Ταῦτα καὶ πρὸς ἑτέρους λέγετε, καὶ αὐτοὶ διαφυλάττετε. Οἶδα ὅτι ἐνταῦθα εὐλαβέστεροι γινόμεθα, καὶ πᾶσαν πονηρὰν συνήθειαν ἀποτιθέμεθα· ἀλλὰ τὸ ζητούμενον τοῦτό ἐστιν, ἵνα μὴ ἐνταῦθα φιλοσοφῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἔξω τὴν εὐλάβειαν ταύτην λαβόντες ἀπέλθωμεν, ὅπου μάλιστα αὐτῆς δεόμεθα. Καὶ γὰρ οἱ ὑδρευόμενοι οὐ παρὰ τὴν κρήνην μόνον ἔχουσι πεπληρωμένα τὰ ἀγγεῖα, οἴκοι δὲ ἀπελθόντες κενοῦσιν, ἀλλ' ἐκεῖ μάλιστα αὐτὰ μετὰ ἀσφαλείας ἀποτίθενται, ὥστε μὴ περιτραπῆναι καὶ μάταιον γενέσθαι τὸν πόνον. Τούτους καὶ ἡμεῖς μιμησώμεθα, καὶ οἴκοι γενόμενοι τηρῶμεν μετὰ ἀκριβείας τὰ εἰρημένα· ὡς ἐὰν ἐνταῦθα μὲν ἦτε πεπληρωμένοι, οἴκοι δὲ ἀναχωρῆτε κενοὶ, τὰ ἀγγεῖα τῆς διανοίας ὑμῶν ἔρημα τῆς ἀκροάσεως ἔχοντες, οὐδὲν ἔσται ἐκ τῆς ἐνταῦθα πληρώσεως ὑμῖν ὄφελος. Μή μοι δείξῃς ἐν τῇ παλαίστρᾳ τὸν ἀθλητὴν, ἀλλ' ἐν τῷ σκάμματι· μή μοι τὴν εὐλάβειαν κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλὰ κατὰ τὸν καιρὸν τῆς πράξεως. Ἐπαινεῖς τὰ λεγόμενα νῦν· ὅταν σε δέῃ ὀμόσαι, πάντων αὐτῶν ἀναμνήσθητι τότε. Ἂν ταχέως τοῦτον κατορθώσητε τὸν νόμον, καὶ ἐφ' ἕτερα μείζονα τὴν διδασκαλίαν προάξομαι. Ἰδοὺ δεύτερον ἔτος ἔχω τοῦτο πρὸς τὴν ὑμετέραν διαλεγόμενος ἀγάπην, καὶ οὐδὲ ἑκατὸν στίχους τῶν Γραφῶν ὑμῖν ἴσχυσα ἐξηγήσασθαι· τὸ δὲ αἴτιον, ὅτι παρ' ἡμῶν δέεσθε μανθάνειν, ἅπερ οἴκοθεν καὶ παρ' ἑαυτῶν δύνασθε κατορθοῦν· καὶ τὸ πλέον ἡμῖν τῆς παραινέσεως εἰς τὸν ἠθικώτερον ἀναλίσκεται λόγον. Ταῦτα δὲ οὐκ ἐχρῆν οὕτω γίνεσθαι· ἀλλὰ τὴν μὲν τῶν τρόπων ἐπιμέλειαν οἴκοθεν ὑμᾶς καὶ παρ' ἑαυτῶν παιδεύεσθαι, τῶν Γραφῶν δὲ τὰ νοήματα καὶ τὰς θεωρίας ἡμῖν ἐπιτρέπειν. Εἰ δὲ καὶ ἐχρῆν καὶ παρ' ἡμῶν ὑμᾶς ἀκοῦσαι, πλέον μιᾶς ἡμέρας οὐκ ἔδει· οὐδὲ γὰρ ποικίλον τι καὶ δυσεύρετόν ἐστι τὸ λεγόμενον, οὐδὲ κατασκευῆς δεόμενόν τινος. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηται, σοφισμῶν οὐκ ἔστι καιρός. Ὁ Θεὸς εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀπαίτει με λοιπὸν εὐθύνας. Νόμος ἐστὶ βασιλικός· ὁ θεὶς αὐτὸν οἶδε τὸν λόγον τοῦ νόμου· εἰ μὴ συμφέρον ἦν, οὐκ ἂν ἐκώλυσε, οὐκ ἂν ἀπηγόρευσε. Βασιλεῖς εἰσφέρουσι νόμους, καὶ οὐχ ἅπαντας συμφερόντως πολλάκις· ἄνθρωποι γάρ εἰσι καὶ οὐκ ἂν δύναιντο τὸ χρήσιμον οὕτως εὑρεῖν, ὥσπερ ὁ Θεὸς, ἀλλ' ὅμως οὕτω πειθόμεθα· κἂν γυναῖκας ἀγώμεθα, κἂν διαθήκας ποιῶμεν, κἂν οἰκέτας ὠνεῖσθαι μέλλωμεν, κἂν οἰκίας, κἂν ἀγροὺς, κἂν ὁτιοῦν ἕτερον ποιεῖν, οὐκ οἰκείᾳ γνώμῃ ταῦτα πράττομεν, ἀλλ' ὅπως ἂν ἐκεῖνοι διατάξωσι, καὶ τὰ ἡμῶν αὐτῶν διαθέσθαι κατὰ γνώμην τὴν ἡμετέραν οὐκ ἐσμὲν κύριοι καθόλου· ἀλλὰ πολλαχοῦ ταῖς ἐκείνων δουλεύομεν γνώμαις, κἂν ποιήσωμέν τι παρὰ τὸ δοκοῦν ἐκείνοις, ἄκυρον καὶ ἄχρηστον γίνεται. Εἶτα τοῖς μὲν τῶν ἀνθρώπων νόμοις τοσαύτην ἀπονέμομεν τιμὴν, τοὺς δὲ τοῦ Θεοῦ νόμους οὕτω καταπατήσομεν, εἰπέ μοι; καὶ ποίας ταῦτα ἀπολογίας ἄξια; ποίας συγγνώμης; Εἶπε· Μὴ ὀμόσῃς· μὴ ἀντινομοθετήσῃς αὐτῷ διὰ τῶν πραγμάτων, ἵνα μετὰ ἀσφαλείας ἅπαντα καὶ ποιῇς καὶ λέγῃς.