Ancient Greek · ~21 min
Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν· καὶ πρὸς τοὺς πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-21
Not analysed yet
Ἀπὸ τῆς ῥήσεως, ἀφ' ἧς ἀεὶ παρὰ τὸν καιρὸν τῶν κινδύνων πρὸς τὴν ὑμετέραν εἰώθειν ἀγάπην προοιμιάζεσθαι, ἀπὸ τῆς αὐτῆς ταύτης καὶ σήμερον ἄρξομαι τοῦ πρὸς ὑμᾶς λόγου, καὶ ἐρῶ μεθ' ὑμῶν· Εὐλογητὸς ὁ Θεὸς, ὁ τὴν ἱερὰν ταύτην ἑορτὴν μετὰ χαρᾶς καὶ εὐφροσύνης πολλῆς καταξιώσας ἡμᾶς ἐπιτελέσαι σήμερον, καὶ τὴν κεφαλὴν ἀποδοὺς τῷ σώματι, καὶ τὸν ποιμένα τοῖς προβάτοις, καὶ τὸν διδάσκαλον τοῖς μαθηταῖς, τὸν στρατηγὸν τοῖς στρατιώταις, τὸν ἀρχιερέα τοῖς ἱερεῦσιν· εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ἡμῖν μὲν γὰρ ἀρκοῦν εἶναι ἐδόκει τὸ τῶν ἐπικειμένων τέως ἀπαλλαγῆναι κακῶν, καὶ ὑπὲρ τούτου πᾶσαν ἐποιούμεθα τὴν ἱκετηρίαν· ὁ δὲ φιλάνθρωπος Θεὸς, καὶ τῇ δόσει τὰς αἰτήσεις ἡμῶν ἀεὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τὸν πατέρα ἡμῖν θᾶττον ἐλπίδος ἁπάσης ἀπέδωκε. Τίς γὰρ ἂν προσεδόκησεν, ὅτι ἐν οὕτως ὀλίγαις ἡμέραις καὶ ἀπελεύσεται, καὶ διαλέξεται τῷ βασιλεῖ, καὶ λύσει τὰ δεινὰ, καὶ πάλιν ἐπανήξει πρὸς ἡμᾶς οὕτω ταχέως, ὡς καὶ τὸ Πάσχα τὸ ἱερὸν δυνηθῆναι φθάσαι καὶ μεθ' ἡμῶν ἐπιτελέσαι; Ἀλλ' ἰδοὺ, γέγονε τὸ ἀπροσδόκητον τοῦτο, καὶ τὸν πατέρα ἀπειλήφαμεν, καὶ μείζονα καρπούμεθα τὴν ἡδονὴν, τῷ παρ' ἐλπίδα αὐτὸν ἀπολαβεῖν νῦν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, καὶ θαυμάζωμεν αὐτοῦ τὴν δύναμιν καὶ τὴν φιλανθρωπίαν, καὶ τὴν σοφίαν καὶ τὴν κηδεμονίαν τὴν ὑπὲρ τῆς πόλεως γεγενημένην. Ὁ μὲν γὰρ διάβολος, καταδῦσαι πᾶσαν αὐτὴν ἐπεχείρησε διὰ τῶν τολμηθέντων· ὁ δὲ Θεὸς καὶ τὴν πόλιν καὶ τὸν ἱερέα καὶ τὸν βασιλέα διὰ ταύτης ἐκόσμησε τῆς συμφορᾶς, καὶ λαμπροτέρους πάντας ἀπέφηνεν. Ἡ πόλις μὲν γὰρ ηὐδοκίμησεν, ὅτι κινδύνου τοιούτου καταλαβόντος, παραδραμοῦσα πάντας τοὺς ἐν δυναστείαις, τοὺς πλοῦτον πολὺν περιβεβλημένους, τοὺς μεγάλην παρὰ βασιλεῖ δύναμιν ἔχοντας, ἐπὶ τὴν Ἐκκλησίαν καὶ τὸν ἱερέα τοῦ Θεοῦ κατέφυγε, καὶ μετὰ πολλῆς τῆς πίστεως τῆς ἄνωθεν ἑαυτὴν ἐξεκρέμασεν ἐλπίδος. Πολλῶν γοῦν μετὰ τὴν ἀποδημίαν τοῦ κοινοῦ πατέρος τοὺς τὸ δεσμωτήριον οἰκοῦντας θορυβούντων, καὶ λεγόντων, ὡς Οὐ καθυφίησι τῆς ὀργῆς ὁ βασιλεὺς, ἀλλὰ παροξύνεται μειζόνως, καὶ περὶ κατασκαφῆς ὁλοκλήρου τῆς πόλεως βουλεύεται, καὶ ἕτερα πολλῷ πλείονα τούτων θρυλλούντων, οἱ δεδεμένοι τότε οὐδὲν ἐγίνοντο ἐκ τῆς φήμης ταύτης δειλότεροι, ἀλλ' ἡμῶν λεγόντων, ὡς Ψευδῆ ταῦτα καὶ διαβόλου μαγγανείας ἐστὶν ἔργα, βουλομένου καταβαλεῖν ὑμῶν τὰ φρονήματα, Οὐδὲν δεόμεθα τῆς διὰ λόγων παρακλήσεως, πρὸς ἡμᾶς ἔλεγον· ἴσμεν γὰρ οὗ τὴν ἀρχὴν κατεφύγομεν, καὶ ποίας ἐλπίδος ἑαυτοὺς ἐξεκρεμάσαμεν· τῆς ἱερᾶς ἀγκύρας τὴν σωτηρίαν ἡμῶν ἐξηρτήσαμεν· οὐκ ἀνθρώπῳ ταύτην ἐνεπιστεύσαμεν, ἀλλὰ τῷ παντοδυνάμῳ Θεῷ. Διὸ δὴ καὶ θαῤῥοῦμεν χρηστὸν ἔσεσθαι τὸ τέλος πάντως· οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὴν ἐλπίδα ταύτην καταισχυνθῆναί ποτε. Τοῦτο ἀντὶ πόσων στεφάνων, ἀντὶ πόσων ἐγκωμίων ἀρκέσει τῇ πόλει; πόσην ἐπισπάσεται τοῦ Θεοῦ τὴν εὔνοιαν, καὶ ἐν τοῖς λοιποῖς πράγμασιν; Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῆς τυχούσης ψυχῆς, ἐν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ νήφειν, καὶ πρὸς τὸν Θεὸν βλέπειν, καὶ πάντων καταγελάσασαν τῶν ἀνθρωπίνων, πρὸς ἐκείνην κεχηνέναι τὴν συμμαχίαν. Ἡ μὲν οὖν πόλις οὕτως εὐδοκίμησεν· ὁ δὲ ἱερεὺς πάλιν οὐχ ἧττον ἤπερ ἡ πόλις· τὴν γὰρ ἑαυτοῦ ψυχὴν ὑπὲρ πάντων ἔδωκε, καὶ πολλῶν ὄντων τῶν κωλυόντων, τοῦ χειμῶνος, τῆς ἡλικίας, τῆς ἑορτῆς, καὶ οὐκ ἔλαττον τῆς ἀδελφῆς πρὸς ἐσχάτας οὔσης ἀναπνοὰς, ἁπάντων ὑψηλότερος ἐγένετο τῶν κωλυμάτων, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Τί τοῦτο; ἡ μόνη περιλειφθεῖσα ἡμῖν ἀδελφὴ, καὶ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκουσα τοῦ Χριστοῦ, καὶ τοσοῦτόν μοι συνοικήσασα χρόνον, πρὸς ἐσχάτας ἐστὶ νῦν ἀναπνοάς· ἡμεῖς δὲ αὐτὴν καταλείψαντες ἀπελευσόμεθα, καὶ οὐκ ὀψόμεθα ἐκπνέουσαν καὶ τὰς τελευταίας ἀφεῖσαν φωνάς; Ἀλλ' αὐτὴ μὲν καθ' ἑκάστην ηὔχετο τὴν ἡμέραν ἡμᾶς καὶ ὀφθαλμοὺς καθελεῖν καὶ στόμα συνελεῖν καὶ περιστεῖλαι, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὸν τάφον ἐπιμελήσασθαι· νυνὶ δὲ καθάπερ ἔρημός τις καὶ ἀπροστάτευτος οὐδενὸς ἐπιτεύξεται τούτων παρὰ τοῦ ἀδελφοῦ, παρ' οὗ μάλιστα ἐπεθύμει τυχεῖν, ἀλλ' ἀφιεῖσα τὴν ψυχὴν, οὐκ ὄψεται τὸν πάντων αὐτῇ ποθεινότερον; καὶ πόσων οὐκ ἔσται θανάτων αὐτῇ τοῦτο βαρύτερον; Εἰ γὰρ καὶ πόῤῥωθεν ἀφεστήκει, οὐκ ἔδει δραμεῖν καὶ πάντα ποιῆσαι καὶ παθεῖν, ὥστε ταύτην αὐτῇ παρασχεῖν τὴν χάριν; νῦν δὲ πλησίον ὢν ἐγκαταλείψω, καὶ ἀφεὶς ἀπελεύσομαι; καὶ πῶς οἴσει τὰς μετὰ ταῦτα ἡμέρας; Ἀλλ' οὐδὲν τούτων οὐ μόνον οὐκ εἶπεν, ἀλλ' οὐδὲ ἐνενόησεν, ἀλλὰ καὶ πάσης συγγενείας τὸν τοῦ Θεοῦ προτιμήσας φόβον, ἔγνω τοῦτο καλῶς, ὅτι καθάπερ τὸν κυβερνήτην οἱ χειμῶνες, καὶ τὸν στρατηγὸν οἱ κίνδυνοι, οὕτω καὶ τὸν ἱερέα ὁ πειρασμὸς ποιεῖ φαίνεσθαι. Πάντες, φησὶ, πρὸς ἡμᾶς κεχήνασι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες· μὴ καταισχύνωμεν αὐτῶν τὰς περὶ ἡμῶν ἐλπίδας, μηδὲ τοσοῦτον περιίδωμεν ναυάγιον, ἀλλὰ τὰ καθ' ἡμᾶς ἐπιτρέψαντες τῷ Θεῷ πάντα, καὶ τὴν ψυχὴν αὐτὴν ἐκδῶμεν. Καὶ σκόπει ἱερέως μεγαλοψυχίαν, καὶ Θεοῦ φιλανθρωπίαν· ὧν ὑπερεῖδεν ἁπάντων, τούτων ἀπήλαυσεν ἁπάντων, ἵνα καὶ τῆς προθυμίας τὸν μισθὸν λάβῃ, καὶ διὰ τῆς ἀπολαύσεως τῆς παρὰ προσδοκίαν μείζονος ἐπιτύχῃ τῆς ἡδονῆς. Εἵλετο τὴν ἑορτὴν ἐπὶ τῆς ἀλλοτρίας καὶ πόῤῥω τῶν οἰκείων ἐπιτελέσαι διὰ τὴν τῆς πόλεως σωτηρίαν· ὁ δὲ Θεὸς πρὸ τοῦ Πάσχα ἡμῖν αὐτὸν ἀπέδωκεν, ὥστε κοινὴν μεθ' ὑμῶν τὴν ἑορτὴν ἀγαγεῖν, ἵνα καὶ τῆς προαιρέσεως ἔχῃ τὸν μισθὸν, καὶ τῆς εὐφροσύνης ἀπολαύσῃ μείζονος. Οὐκ ἔδεισε τὴν ὥραν τοῦ ἔτους, καὶ θέρος παρὰ πάντα γέγονε τῆς ἀποδημίας τὸν καιρόν· οὐχ ὑπελογίσατο τὴν ἡλικίαν, καὶ καθάπερ νέος καὶ σφριγῶν, οὕτω μετ' εὐκολίας διέδραμε τὴν μακρὰν ταύτην ὁδόν· οὐκ ἐνενόησε τὴν τελευτὴν τῆς ἀδελφῆς, οὐδὲ κατεμαλάχθη· καὶ ἐπανελθὼν ζῶσαν αὐτὴν κατείληφε, καὶ πάντων, ὧν ὑπερεῖδε, πάντων ἐπέτυχε.