Ancient Greek · ~17 min
Εἰς τὴν ἐπάνοδον τοῦ ἐπισκόπου Φλαβιανοῦ, καὶ εἰς τὴν τοῦ βασιλέως διαλλαγὴν πρὸς τὴν πόλιν· καὶ πρὸς τοὺς πλημμελήσαντας εἰς τὴν τῶν ἀνδριάντων καταστροφήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-20
Not analysed yet
Καὶ ὁ μὲν ἱερεὺς οὕτως εὐδόκιμος γέγονε παρὰ Θεῷ καὶ ἀνθρώποις· τὸν βασιλέα δὲ τοῦ διαδήματος λαμπρότερον τοῦτο τὸ πρᾶγμα ἐκόσμησε. Πρῶτον μὲν ὅτι δῆλον ἐγένετο τότε, ὅτι ἅπερ οὐδενὶ ἑτέρῳ, ταῦτα χαριεῖται τοῖς ἱερεῦσιν· ἔπειτα, ὅτι καὶ μετὰ πολλοῦ τοῦ τάχους τὴν χάριν ἔδωκε, καὶ τὴν ὀργὴν ἔλυσεν. Ἀλλ' ἵνα σαφέστερον καὶ τοῦ βασιλέως τὴν μεγαλοψυχίαν, καὶ τοῦ ἱερέως τὴν σοφίαν, καὶ πρὸ τούτων ἀμφοτέρων τοῦ Θεοῦ μάθητε τὴν φιλανθρωπίαν, δότε μοι μικρὰ τῆς ἐκεῖ γεγενημένης δημηγορίας διηγήσασθαι πρὸς ὑμᾶς. Ἐρῶ δὲ ἃ παρά τινος τῶν ἔνδον ἑστώτων ἔμαθον· ὁ μὲν γὰρ πατὴρ οὔτε μικρὸν οὔτε μέγα εἶπε πρὸς ἡμᾶς, ἀλλὰ τὴν Παύλου μεγαλοψυχίαν μιμούμενος, ἀεὶ τὰ οἰκεῖα κρύπτει κατορθώματα, καὶ πρὸς τοὺς ἐρωτῶντας πανταχοῦ, τί πρὸς τὸν βασιλέα εἶπε, καὶ πῶς ἔπεισε, καὶ πῶς αὐτοῦ τὴν ὀργὴν ἐξέβαλεν ἅπασαν, ταῦτα ἔλεγε τὰ ῥήματα· Οὐδὲν ἡμεῖς εἰς τὸ πρᾶγμα εἰσηνέγκαμεν, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, τοῦ Θεοῦ μαλάξαντος αὐτοῦ τὴν καρδίαν, καὶ πρὸ τῶν ἡμετέρων ῥημάτων πᾶσαν ἀφῆκε τὴν ὀργὴν, καὶ τὸν θυμὸν ἔλυσε, καὶ περὶ τῶν γεγενημένων διαλεγόμενος, ὡς ἑτέρου τινὸς ὑβρισθέντος, οὕτω τὰ συμβάντα ἅπαντα χωρὶς ὀργῆς διηγεῖτο. Ἀλλ' ἅπερ οὗτος ἀπέκρυψεν ἀπὸ ταπεινοφροσύνης, ταῦτα ὁ Θεὸς εἰς μέσον ἐξήνεγκε. Τίνα δέ ἐστι ταῦτα; Μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγὼν ὑμῖν διηγήσομαι. Ἐπειδὴ γὰρ ἐξῆλθε τῆς πόλεως πάντας ἐν τοσαύτῃ καταλιπὼν ἀθυμίᾳ, πολλῷ δεινότερα ἡμῶν ἔπασχε τῶν ἐν αὐτοῖς ὄντων τοῖς δεινοῖς. Πρῶτον μὲν γὰρ συγγενόμενος κατὰ μέσην τὴν ὁδὸν τοῖς ἐπὶ τὴν ἐξέτασιν τῶν γεγενημένων παρὰ τοῦ βασιλέως πεμφθεῖσι, καὶ μαθὼν παρ' ἐκείνων, ἐφ' οἷς ἦσαν ἀπεσταλμένοι, καὶ τὰ καταληψόμενα τὴν πόλιν ἀναλογιζόμενος δεινὰ, τοὺς θορύβους, τὰς ταραχὰς, τὴν φυγὴν, τὸν φόβον, τὴν ἀγωνίαν, τοὺς κινδύνους, πηγὰς ἠφίει δακρύων, τῶν σπλάγχνων αὐτῷ διακοπτομένων· τοῖς γὰρ πατράσιν ἔθος πολλῷ μεῖζον ἀλγεῖν, ὅταν μηδὲ παρεῖναι δύνωνται κακουμένοις τοῖς ἑαυτῶν παισίν. Ὃ δὴ καὶ ὁ φιλοστοργότατος οὗτος ἔπασχεν, οὐ τὰ καταληψόμενα ἡμᾶς δεινὰ θρηνῶν μόνον, ἀλλὰ καὶ τὸ πόῤῥω ταῦτα πασχόντων ἡμῶν εἶναι· πλὴν ἀλλὰ καὶ τοῦτο ὑπὲρ τῆς ἡμετέρας ἐγίνετο σωτηρίας. Ἐπειδὴ γὰρ ἔμαθε ταῦτα παρ' ἐκείνων, θερμοτέρας ἠφίει πηγὰς δακρύων, καὶ μετὰ πλείονος δεήσεως πρὸς Θεὸν κατέφευγε, καὶ τὰς νύκτας ἄϋπνος διῆγε παρακαλῶν, καὶ τῇ πόλει παραγενέσθαι ταῦτα πασχούσῃ, καὶ τοῦ βασιλέως πραοτέραν ποιῆσαι τὴν διάνοιαν. Ὡς δὲ ἐπέβη τῆς μεγάλης πόλεως ἐκείνης, καὶ εἰς τὰς βασιλικὰς εἰσῆλθεν αὐλὰς, εἱστήκει τοῦ βασιλέως πόῤῥωθεν, ἄφωνος, δακρύων, κάτω κύπτων, ἐγκαλυπτόμενος, ὥσπερ αὐτὸς ὢν ὁ πάντα ἐργασάμενος ἐκεῖνα. Ἐποίει δὲ τοῦτο, τῷ σχήματι, τῷ βλέμματι, τοῖς θρήνοις πρότερον ἐπισπάσασθαι βουλόμενος αὐτὸν εἰς ἔλεον, καὶ τότε ἄρξασθαι τῆς ὑπὲρ ἡμῶν ἀπολογίας· μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολείπεται συγγνώμη, τὸ σιγᾷν καὶ μηδὲν ὑπὲρ τῶν γεγενημένων φθέγγεσθαι. Ἐβούλετο γὰρ δὴ πάθος τὸ μὲν ἐξενεγκεῖν, τὸ δὲ εἰσενεγκεῖν, ἐκβαλεῖν μὲν τὸν θυμὸν, εἰσαγαγεῖν δὲ ἀθυμίαν, ἵνα οὕτω προοδοποιήσῃ τοῖς τῆς ἀπολογίας ῥήμασιν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ καθάπερ Μωϋσῆς εἰς τὸ ὄρος ἀναβὰς, τοῦ λαοῦ προσκεκρουκότος, ἄφωνος εἱστήκει αὐτὸς, ἕως ὁ Θεὸς αὐτὸν ἐξεκαλέσατο εἰπὼν, Ἄφες με, καὶ ἐξαλείψω τὸν λαὸν τοῦτον· οὕτω καὶ οὗτος ἐποίησεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ βασιλεὺς δακρύοντα καὶ κάτω κύπτοντα, προσῆλθεν αὐτὸς, καὶ ὅπερ ἔπαθε διὰ τῶν δακρύων τοῦ ἱερέως, τοῦτο ἐδείκνυ διὰ τῶν ῥημάτων τῶν πρὸς αὐτόν· οὐ γὰρ θυμουμένου οὐδὲ ἀγανακτοῦντος ἦσαν οἱ λόγοι, ἀλλ' ἀλγοῦντος· οὐκ ὀργιζομένου, ἀλλ' ἀθυμοῦντος καὶ περιοδυνίᾳ κατεχομένου μᾶλλον· καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὰ τὰ ῥήματα ἀκούσαντες εἴσεσθε. Οὐ γὰρ εἶπε· Τί ποτε τοῦτό ἐστιν; ὑπὲρ ἀνθρώπων μιαρῶν καὶ παμμιάρων, καὶ οὓς οὔτε ζῇν ἔδει, πρεσβείαν ἥκεις κομίζων, τῶν τυράννων, τῶν νεωτεροποιῶν τῶν πάσης ἀξίων κολάσεως; Ἀλλὰ πάντα ταῦτα ἀφεὶς τὰ ῥήματα, ἀπολογίαν συνέθηκεν ἐντροπῆς γέμουσαν καὶ βαρύτητος, καὶ τὰς ἑαυτοῦ κατέλεγεν εὐεργεσίας, ὅσας παρὰ πάντα τὸν καιρὸν τῆς βασιλείας τὴν πόλιν ἡμῶν εὐηργέτησε, καὶ ἐφ' ἑκάστῳ ἔλεγεν· Ταῦτά με ἀντ' ἐκείνων παθεῖν ἔδει; ποίων ἀδικημάτων με ταύτην ἐπράξαντο δίκην; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχοντες, οὐκ εἰς ἐμὲ μόνον, ἀλλὰ καὶ εἰς τοὺς ἀπελθόντας ἐνύβρισαν; οὐκ ἤρκει τὸν θυμὸν στῆναι μέχρι τῶν ζώντων; ἀλλ' εἰ μὴ καὶ τοὺς ταφέντας καθυβρίσαιεν, οὐδὲν ἐνόμισαν νεανικὸν ποιεῖν. Ἠδικήκαμεν ἡμεῖς, ὡς αὐτοὶ νομίζουσι· οὐκοῦν τῶν νεκρῶν φείσασθαι ἔδει τῶν οὐδὲν ἠδικηκότων· οὐ γὰρ δὴ κἀκείνοις ταῦτα ἐγκαλεῖν εἶχον. Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;