Ancient Greek · ~21 min
Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-5
Not analysed yet
Τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου ἡ διήγησις οὐ μετρίως ὡς ἔοικε παρεκάλεσεν ὑμῶν τὴν ἀγάπην χθές· ἔτι δὲ καὶ τὸ παράδειγμα τὸ κατὰ τὸν Ἰὼβ, καὶ ἡ κοπρία ἡ παντὸς θρόνου βασιλικοῦ σεμνοτέρα. Ἀπὸ μὲν γὰρ τοῦ θρόνον ἰδεῖν βασιλικὸν οὐδὲν ἔσται τοῖς θεωμένοις τὸ κέρδος, ἀλλὰ πρόσκαιρος μόνον τέρψις, ὄνησιν οὐδεμίαν ἔχουσα· ἀπὸ δὲ τοῦ τὴν κοπρίαν ἰδεῖν τοῦ Ἰὼβ πᾶσάν τις δέξεται ὠφέλειαν, καὶ φιλοσοφίαν πολλὴν, καὶ παράκλησιν εἰς ὑπομονῆς λόγον. Διὰ τοῦτο πολλοὶ νῦν μακράν τινα καὶ διαπόντιον ἀποδημίαν στέλλονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα. Οὐδὲ γὰρ οὕτως ἐστὶν ἁλουργὶς λαμπρὰ, ὡς τὸ σῶμα ἐκεῖνο τότε ἀπέστιλβεν, οὐκ ἀλλοτρίῳ, ἀλλ' οἰκείῳ βαπτιζόμενον αἵματι. Καὶ τὰ τραύματα δὲ ἐκεῖνα ἁπάντων λίθων ἦν τιμιώτερα. Μαργαριτῶν μὲν γὰρ φύσις οὐδὲν τὸν βίον ὠφελεῖ τὸν ἡμέτερον, οὐδὲ χρείαν τινὰ πληροῖ τοῖς ἔχουσιν ἀναγκαίαν· τὰ δὲ τραύματα ἐκεῖνα πάσης ἀθυμίας ἐστὶ παράκλησις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐὰν ἀποβάλῃ τις υἱὸν γνήσιον καὶ μονογενῆ, δεῖξον αὐτῷ μυρίους μαργαρίτας, καὶ οὐ παραμυθήσῃ τὸ πάθος, οὐδὲ θεραπεύσεις τὴν ὀδύνην· ἀναμνήσας δὲ αὐτὸν τῶν τραυμάτων τοῦ Ἰὼβ, ῥᾳδίως δυνήσῃ θεραπεῦσαι, οὕτω λέγων· Τί πενθεῖς, ἄνθρωπε; σὺ μὲν τέκνον ἀπέβαλες ἓν, ὁ δὲ μακάριος ἐκεῖνος μετὰ τὸ τῶν παίδων ὁλόκληρον ἀφαιρεθῆναι τὸν χορὸν καὶ αὐτῇ τῇ σαρκὶ τὴν πληγὴν ἐδέξατο, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο ἰχῶρι πάντοθεν καταῤῥεόμενος, κατὰ μικρὸν αὐτῷ τῆς σαρκὸς δαπανωμένης, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὁ καὶ Θεὸν μάρτυρα τῆς ἀρετῆς ἔχων. Ἂν γὰρ ταῦτα εἴπῃς τὰ ῥήματα, πᾶσαν ἔσβεσας τοῦ πενθοῦντος τὴν ἀθυμίαν, καὶ πᾶσαν ἀνεῖλες τὴν ὀδύνην, καὶ γίνεται οὕτω χρησιμώτερα μαργαριτῶν τὰ τραύματα τοῦ δικαίου. Ὑπογράψατε τοίνυν ἑαυτοῖς τὸν ἀθλητὴν καὶ ὑμεῖς, καὶ νομίζετε βλέπειν τὴν κοπρίαν ἐκείνην, καὶ αὐτὸν ἐν μέσῳ καθήμενον τῆς κοπρίας, τὸν ἀνδριάντα τὸν χρυσοῦν, τὸν διάλιθον, τὸν πῶς εἴπω οὐκ οἶδα· οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν· οὕτω καὶ πάσης ὕλης τιμαλφεστάτης ἐκ πολλοῦ τοῦ περιόντος τῆς σαρκὸς ἐκείνης ἡ φύσις ἦν τιμιωτέρα, καὶ τὰ τραύματα τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερα· αὗται μὲν γὰρ τὰς τοῦ σώματος καταυγάζουσιν ὄψεις, ἐκεῖνα δὲ τῆς διανοίας ἡμῶν φωτίζει τὰ ὄμματα, ἐκεῖνα καθάπαξ τὸν διάβολον ἀπετύφλωσε. Διὰ γοῦν τοῦτο, μετὰ τὴν πληγὴν ἐκείνην ἀπεπήδησε, καὶ οὐκ ἐφάνη λοιπόν. Σὺ δέ μοι κἀντεῦθεν, ἀγαπητὲ, μάνθανε τὸ τῆς θλίψεως κέρδος πόσον ἐστίν. Ἡνίκα μὲν γὰρ ἐπλούτει καὶ ἀνέσεως ἀπήλαυεν ὁ δίκαιος, διαβάλλειν ἔσχεν αὐτὸν, ψευδῶς μὲν, ἔσχε δ' οὖν ὅμως εἰπεῖν· Μὴ δωρεὰν σέβεταί σε ὁ Ἰώβ; Ἐπειδὴ δὲ αὐτὸν ἐγύμνωσε καὶ ἐποίησε πένητα, οὐδὲ γρῦξαι λοιπὸν ἐτόλμησε· καὶ ὅτε μὲν πλούσιος ἦν, ὑπισχνεῖτο παλαίειν αὐτῷ, καὶ ὑποσκελίζειν ἠπείλει· ἐπειδὴ δὲ πένητα εἰργάσατο, καὶ πάντων ἀπεστέρησε, καὶ εἰς ἐσχάτην ὀδύνην ἐνέβαλε, τότε ἀπεπήδησε· καὶ ὅτε μὲν ὑγιὲς αὐτοῦ τὸ σῶμα ἦν, τὰς χεῖρας ἀντῆρεν, ὅτε δὲ αὐτοῦ κατέκοψε τὴν σάρκα, τότε ἔφυγεν ἡττηθείς. Εἶδες πόσον πενία πλούτου, καὶ ἀῤῥωστία καὶ νόσος ὑγείας, καὶ πειρασμὸς ἀνέσεως βέλτιον τοῖς νήφουσίν ἐστι καὶ χρησιμώτερον, καὶ λαμπροτέρους καὶ εὐτονωτέρους τοὺς ἀθλοῦντας ποιεῖ; Τίς εἶδε, τίς ἤκουσεν οὕτω θαυμαστὰ παλαίσματα; Οἱ τῶν ἔξωθεν ἀγώνων πύκται, ἐπειδὰν κατακόψωσι τὰς κεφαλὰς τῶν ἀντιπάλων, τότε νικῶσι καὶ στεφανοῦνται· οὗτος δὲ, ὅτε κατέκοψε τὸ σῶμα τοῦ δικαίου, παντοδαποῖς ἕλκεσιν αὐτὸ διατρήσας, καὶ ἀσθενέστερον ἐποίησε, τότε ἐνικήθη καὶ ἀνεχώρησε· καὶ ἐπειδὴ διώρυξεν αὐτοῦ πάντοθεν τὰς πλευρὰς, αὐτῷ μὲν πλέον οὐδὲν ἐγένετο, τὸν γὰρ ἐναποκείμενον θησαυρὸν οὐκ ἀπεσύλησεν, ἡμῖν δὲ φανερώτερον αὐτὸν ἐποίησε, καὶ διὰ τῆς διωρυγῆς ἐκείνης ἔδωκεν ἅπασιν εἰς τὸ ἔνδον βλέπειν, καὶ καταμανθάνειν αὐτοῦ τὸν πλοῦτον ἅπαντα· καὶ ὅτε κρατεῖν προσεδόκησε, τότε μετ' αἰσχύνης πολλῆς ἀνεχώρησε, καὶ οὐδεμίαν οὐκέτι φωνὴν ἀφῆκε. Τί γέγονεν, ὦ διάβολε; τίνος ἕνεκεν ἀναχωρεῖς; οὐκ ἐγένετο πάντα ὅσα ἠθέλησας; οὐκ ἀνεῖλες αὐτοῦ τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας τῶν ἵππων, τῶν ἡμιόνων; οὐχὶ καὶ τὸν χορὸν τῶν παίδων ἀπώλεσας, καὶ τὴν σάρκα κατέκοψας ἅπασαν; τίνος ἕνεκεν ἀνεχώρησας; Ὅτι ἐγένετο μὲν πάντα, ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἐβουλόμην, καὶ δι' ὃ πάντα ἐκεῖνα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε· διὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ. Τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ σώματος πληγῆς, ἀλλὰ τοὐναντίον ἤπερ ἐβουλόμην ἐξέβη, λαμπρότερον ἐποίησα τὸν ἐχθρὸν, καὶ φαιδρότερον εἰργασάμην. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος, ἀγαπητέ; Καλὸν μὲν γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον ἦν, πολλῷ δὲ σεμνότερον γέγονε κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων· ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν. Εἰ δὲ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν ἔγνωμεν τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν ἐπὶ τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ οὕτω λαμπρὸς ἐπὶ θρόνου καθήμενος βασιλεὺς, ὡς ἐκεῖνος ἐπὶ τῆς κοπρίας τότε καθήμενος ἐπίσημος ἦν καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασιλικὸν θρόνον θάνατος, μετὰ δὲ τὴν κοπρίαν ἐκείνην οὐρανῶν βασιλεία.