Ancient Greek
Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-4
Not analysed yet
Ταῦτα οὖν ἅπαντα ἀναλογιζόμενοι ἀνενέγκωμεν ἐκ τῆς κατεχούσης ἀθυμίας ἡμᾶς. Καὶ γὰρ ταύτας ὑμῖν παρατίθημι τὰς ἱστορίας, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα μιμήσησθε τὴν ἀρετὴν καὶ τὴν ὑπομονὴν τῶν γενναίων ἐκείνων ἀνδρῶν, ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων δεινῶν, ἀλλ' ἢ ἁμαρτία μόνον, οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν ὁ θάνατος. Ὀνόματα γὰρ ταῦτά ἐστι μόνον τοῖς φιλοσοφοῦσι, συμφορῶν ὀνόματα, πραγμάτων ἔρημα· ἡ δ' ἀληθὴς συμφορὰ τὸ προσκροῦσαι Θεῷ, καὶ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Τί γὰρ ἔχει δεινὸν ὁ θάνατος, εἰπέ μοι; ὅτι σε ταχύτερον ἐπὶ τὸν εὔδιον λιμένα παραπέμπει καὶ τὴν ἀτάραχον ἐκείνην ζωήν; κἂν γὰρ ἄνθρωπος μὴ ἀποκτείνῃ, αὐτὸς τῆς φύσεως ὁ νόμος ἐπελθὼν, οὐ διαλύσει τὸ σῶμα ἀπὸ τῆς ψυχῆς; κἂν γὰρ μὴ νῦν γένηται τοῦτο, ἔσται μικρὸν ὕστερον, ὃ νῦν δεδοίκαμεν. Καὶ ταῦτα λέγω οὐ προσδοκῶν τι δεινὸν, οὐδὲ λυπηρόν· μὴ γένοιτο· ἀλλὰ ὑπὲρ τῶν δεδοικότων τὸν θάνατον αἰσχυνόμενος. Τοσαῦτα προσδοκῶν, εἰπέ μοι, ἀγαθὰ, ἃ μήτε ὀφθαλμὸς εἶδεν, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἀναδύῃ πρὸς τὴν ἀπόλαυσιν, καὶ ἀμελεῖς καὶ ὀκνεῖς; καὶ οὐκ ὀκνεῖς μόνον, ἀλλὰ καὶ δέδοικας καὶ φρίττεις; Καὶ πῶς οὐκ αἰσχρὸν, ὅτι σὺ διὰ θάνατον ὀδυνᾶσαι, Παῦλος δὲ διὰ τὴν παροῦσαν ἔστενε ζωήν; καὶ Ῥωμαίοις γράφων ἔλεγεν, ὅτι Καὶ ἡ κτίσις συστενάζει, καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες στενάζομεν. Καὶ ταῦτα ἔλεγεν οὐχὶ τῶν παρόντων καταγινώσκων, ἀλλὰ τὰ μέλλοντα ποθῶν. Ἐγευσάμην, φησὶ, τῆς χάριτος, καὶ οὐ στέγω τὴν ἀναβολήν· τὴν ἀπαρχὴν ἔχω τοῦ πνεύματος, καὶ πρὸς τὸ πᾶν ἐπείγομαι· ἀνέβην εἰς τρίτον οὐρανὸν, εἶδον τὴν δόξαν ἐκείνην τὴν ἄῤῥητον, εἶδον τὰ βασίλεια τὰ λαμπρὰ, ἔμαθον τίνων ἀπεστέρημαι διατρίβων ἐνταῦθα, καὶ διὰ ταῦτα στενάζω. Εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλικὰς εἰσήγαγεν αὐλὰς, καὶ χρυσὸν ἔδειξε, πάντοθεν ἀπὸ τῶν τοίχων ἀστράπτοντα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἅπασαν, εἶτά σε ἐκεῖθεν εἰς καλύβην πένητος εἰσήγαγε, καὶ μετὰ χρόνον βραχὺν ὑπέσχετο εἰς τὰ βασίλεια ἐπανάξειν ἐκεῖνα, καὶ διηνεκῆ δώσειν ἐκεῖ μονήν· ἆρα οὐκ ἔμελλες ἀλύειν, καὶ δυσανασχετεῖν, καὶ πρὸς αὐτὰς τὰς ὀλίγας ἡμέρας; Τοῦτο δὴ καὶ ἐπὶ τῶν οὐρανῶν λογίζου, καὶ ἐπὶ τῆς γῆς, καὶ στένε μετὰ Παύλου. μὴ διὰ τὸν θάνατον, ἀλλὰ διὰ τὴν παροῦσαν ζωήν. Καὶ δός μοι κατὰ Παῦλον γενέσθαι, φησὶ, καὶ οὐδέποτε φοβηθήσομαι θάνατον. Καὶ τί τὸ κωλύον κατὰ Παῦλον γενέσθαι σε, ἄνθρωπε; οὐχὶ πένης ἦν ἐκεῖνος; οὐχὶ σκηνοποιός; οὐκ ἰδιώτης; Εἰ μὲν γὰρ πλούσιος ἦν καὶ εὐγενὴς, εἶχον ἴσως οἱ πένητες πρὸς τὸν αὐτὸν καλούμενοι ζῆλον, τὴν ἑαυτῶν προβάλλεσθαι πενίαν· νυνὶ δὲ οὐδὲν τούτων ἔχεις εἰπεῖν· καὶ γὰρ χειροτέχνης ὁ ἄνθρωπος ἦν, καὶ ἐκ τῶν καθημερινῶν ἀπετρέφετο πόνων· καὶ σὺ μὲν ἐξ ἀρχῆς τὴν εὐσέβειαν διεδέξω παρὰ πατέρων, καὶ ἐκ πρώτης ἡλικίας τοῖς ἱεροῖς γράμμασιν ἐνετράφης· ἐκεῖνος δὲ καὶ βλάσφημος γέγονε, καὶ διώκτης, καὶ ὑβριστὴς, καὶ τὴν Ἐκκλησίαν ἐπόρθησεν, ἀλλ' ὅμως οὕτως ἀθρόον μετεβάλετο, ὡς ἅπαντας ὑπερβαλέσθαι τῇ τῆς προθυμίας σφοδρότητι, καὶ βοᾷ λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἐκεῖνος τὸν Δεσπότην ἐμιμήσατο, σὺ δὲ τὸν σύνδουλον οὐ μιμῇ, ὁ ἐξ ἀρχῆς ἐν εὐσεβείᾳ τραφεὶς τὸν ὕστερον ἐκ μεταβολῆς προσελθόντα τῇ πίστει; Οὐκ οἶσθα, ὅτι οἱ ἐν ἁμαρτίαις ὄντες, κἂν ζῶσιν, ἀπέθανον· οἱ δὲ ἐν δικαιοσύνῃ ζῶντες, κἂν ἀποθάνωσι, ζῶσι; Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος· ἀπόφασίς ἐστι τοῦ Χριστοῦ πρὸς τὴν Μάρθαν λέγοντος· Πᾶς ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται. Μὴ γὰρ μῦθός ἐστι τὰ ἡμέτερα; Εἰ Χριστιανὸς εἶ, πίστευε τῷ Χριστῷ· εἰ πιστεύεις τῷ Χριστῷ, διὰ τῶν ἔργων ἐπίδειξόν μοι τὴν πίστιν. Πῶς δὲ ἐπιδείξῃ διὰ τῶν ἔργων τὴν πίστιν; Ἐὰν καταφρονῇς θανάτου. Καὶ γὰρ καὶ ταύτῃ διεστήκαμεν τῶν ἀπίστων. Ἐκεῖνοι μὲν γὰρ καλῶς φοβοῦνται τὸν θάνατον, ἀναστάσεως γὰρ ἐλπίδα οὐκ ἔχουσι· σὺ δὲ ὁ πρὸς βελτίονα ὁδεύων ὁδὸν, καὶ περὶ τῆς ἐλπίδος τῆς ἐκεῖ φιλοσοφεῖν ἔχων, ποίαν ἂν ἔχοις συγγνώμην, περὶ ἀναστάσεως μὲν θαῤῥῶν, ὁμοίως δὲ τοῖς ἀπιστοῦσι τῇ ἀναστάσει τὸν θάνατον δεδοικώς; Ἀλλ' οὐ τὸν θάνατον δέδοικα, φησὶν, οὐδὲ τὸ ἀποθανεῖν, ἀλλὰ τὸ κακῶς ἀποθανεῖν, τὸ ἀποτμηθῆναι τὴν κεφαλήν. Οὐκοῦν ὁ Ἰωάννης κακῶς ἀπέθανεν; ἀπετμήθη γάρ· οὐκοῦν ὁ Στέφανος κακῶς ἀπέθανε; κατελεύσθη γάρ· καὶ μάρτυρες οἱ δὲ πάντες ἀθλίως τὸ καθ' ὑμᾶς ἐτελεύτησαν· ἐπειδὴ οἱ μὲν ἐν πυρὶ, οἱ δὲ σιδήρῳ τὸν βίον κατέλυσαν· καὶ οἱ μὲν εἰς πέλαγος, οἱ δὲ εἰς κρημνὸν, οἱ δὲ εἰς ὀδόντας ἐμπεσόντες θηρίων, οὕτως ἀπέθανον. Οὐ τοῦτό ἐστι τὸ κακῶς ἀποθανεῖν, ἄνθρωπε, τὸ βιαίῳ τελευτῆσαι θανάτῳ, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ἀποθανεῖν. Ἄκουσον γοῦν τοῦ προφήτου περὶ αὐτῶν τούτων φιλοσοφοῦντος καὶ λέγοντος· Θάνατος ἁμαρτωλῶν πονηρός· οὐκ εἶπε· Θάνατος βίαιος πονηρός· ἀλλὰ τί; Θάνατος ἁμαρτωλῶν πονηρός. Δικαίως· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν κόλασις ἀφόρητος, τιμωρίαι ἀθάνατοι, ὁ σκώληξ ὁ ἰοβόλος, τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ τῶν ὀδόντων βρυγμὸς, ἡ θλῖψις, ἡ στενοχωρία, καὶ ἡ αἰώνιος δίκη.