Ancient Greek
Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-6
Not analysed yet
Πολλὰς μὲν ἀνηλώσαμεν ἡμέρας παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην· οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυχῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν προσηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ' ἀντὶ σπόγγου τὴν γλῶτταν μεταχειρισόμεθα· οὐ χρεία πυρὸς ἐνταῦθα, ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρακαλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; Δικασταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξάμεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγγουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι' ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς φόβος. Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μήτηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ' ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις. Ἐκείνων μὲν γὰρ ὁ φόβος οὐκ ἀφίησιν ὑπὸ τῆς ῥᾳθυμίας ἐκλύεσθαι· ταύτης δὲ ἡ παράκλησις οὐκ ἀφίησιν ὑπὸ τῆς ἀθυμίας καταπίπτειν· καὶ δι' ἀμφοτέρων ὁ Θεὸς τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ. Καὶ γὰρ τοὺς ἄρχοντας αὐτὸς ὥπλισεν, ἵνα φοβῶσι τοὺς ἀσελγαίνοντας· καὶ τοὺς ἱερέας αὐτὸς ἐχειροτόνησεν, ἵνα παρακαλῶσι τοὺς ὀδυνωμένους· καὶ ταῦτα ἀμφότερα, μετὰ τῶν Γραφῶν, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκει. Εἰ γὰρ ἀρχόντων ὄντων, καὶ στρατιωτῶν ζώντων ἐν ὅπλοις, μανία ἀνθρώπων εὐαριθμήτων, μιγάδων καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας· εἰ καθόλου τῶν ἀρχόντων ὁ φόβος ἀνῄρητο, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πόλιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες, αὐτὰς ἂν ἡμῶν ἀφείλοντο τὰς ψυχάς; Ἐὰν γὰρ τὰ δικαστήρια ἀνέλῃς, πᾶσαν τῆς ζωῆς ἡμῶν ἀνεῖλες τὴν εὐταξίαν· καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος, καὶ τὸν στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων τοὺς ἄρχοντας ἂν ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωσόμεθα βίον, δάκνοντες ἀλλήλους καὶ κατεσθίοντες, τὸν πενέστερον ὁ πλούσιος, τὸν ἀσθενέστερον ὁ δυνατώτερος, τὸν ἐπιεικέστερον ὁ θρασύτερος. Ἀλλὰ νῦν τούτων οὐδέν ἐστι διὰ τὴν χάριν τοῦ Θεοῦ· οἱ μὲν γὰρ εὐλαβείᾳ συζῶντες οὐδὲν δέονται τῆς τούτων παιδαγωγίας· Δικαίῳ γὰρ νόμος οὐ κεῖται, φησίν. Οἱ δὲ πολλοὶ πρὸς κακίαν βλέποντες, εἰ μὴ τὸν ἀπὸ τούτων φόβον εἶχον αὐτοῖς ἐπικείμενον, μυρίων ἂν κακῶν τὰς πόλεις ἐνέπλησαν, ἅπερ οὖν καὶ ὁ Παῦλος συνιδὼν ἔλεγεν· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, καὶ αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο καὶ οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν· καὶ καθάπερ ἂν ἐκείνας ἀνέλῃς, διαλυθέντες οἱ τοῖχοι συμπίπτουσιν ἀλλήλοις αὐτόματοι· οὕτω τῆς οἰκουμένης ἂν ἀφέλῃς τοὺς ἄρχοντας καὶ τὸν ἐκ τούτων φόβον, καὶ οἰκίαι καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλλήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατέχοντος καὶ ἀνακρουομένου, καὶ τῷ φόβῳ τῆς κολάσεως ἀναπείθοντος ἡσυχάζειν. Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο. Τί γὰρ, εἰπέ μοι, γέγονε βλάβος ἀπὸ τῆς φροντίδος ταύτης, καὶ τῆς μερίμνης; ὅτι σεμνότεροι γεγόναμεν καὶ ἐπιεικέστεροι; ὅτι σπουδαιότεροι καὶ προσεκτικώτεροι; ὅτι μεθύοντα καὶ ᾄδοντα πορνικὰ ᾄσματα οὐδένα βλέπομεν; ἀλλ' ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐχαί; ὅτι γέλως ἄκαιρος καὶ αἰσχρὰ ῥήματα, καὶ διάχυσις ἅπασα ἀπελήλαται, καὶ γυναῖκα εὐσχήμονα καὶ ἐλευθέραν ἡ πόλις ἡμῖν ἅπασα μιμεῖται νῦν; διὰ ταῦτα ἀλγεῖς, εἰπέ μοι; Διὰ ταῦτα μὲν οὖν χαίρειν δίκαιον καὶ εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τοσαύτην βλακείαν ὀλίγων ἡμερῶν φόβῳ κατέλυσε. Ναὶ, φησὶν, ἀλλ' εἰ μὲν μέχρι φόβου μόνον ἐκινδυνεύομεν, ἱκανὴν ἂν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν· νυνὶ δὲ δεδοίκαμεν μὴ περαιτέρω προέλθῃ τὸ δεινὸν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσωμεν ἅπαντες. Ἀλλὰ μὴ δείσητε, Παῦλος ὑμᾶς παραμυθεῖται λέγων. ὅτι Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Εἰ γὰρ δι' ἔργων ἐβούλετο κολάσαι καὶ διὰ τῆς πείρας αὐτῆς, οὐκ ἂν τοσούτων ἡμερῶν παρέδωκεν ἡμᾶς φόβῳ· ὅταν γὰρ μὴ βούληται κολάζειν, φοβεῖ· ἐπεὶ εἰ μέλλοι κολάζειν, περιττὸς ὁ φόβος, περιττὴ ἡ ἀπειλή· νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν ζωὴν, ἐν τοσαύταις ἡμέραις δεδοικότες καὶ τρέμοντες, καὶ τὰς σκιὰς αὐτὰς ὑποπτεύοντες, καὶ τὴν τοῦ Κάϊν τίνοντες δίκην, καὶ ἐκ μέσου τῶν ὕπνων ἀναπηδῶντες ἀπὸ τῆς διηνεκοῦς ἀγωνίας· ὥστε εἰ καὶ παρωργίσαμεν τὸν Θεὸν, ἐξιλεωσάμεθα νῦν τοσαύτην ὑπομείναντες τὴν τιμωρίαν. Καὶ γὰρ εἰ καὶ μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐδώκαμεν δίκην, ἀλλ' ἀρκοῦσαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.