Ancient Greek
Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 7.1-2
Not analysed yet
Πείσωμεν τοίνυν αὐτὴν ἀπὸ τῆς τῶν ὅρκων φυγῆς πρώτην τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν· εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην τῆς ὑποθέσεως, ἀλλ' οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην τὰ αὐτὰ συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον, καὶ τὴν μετ' ἐκείνην; Ἕως ἂν ὑμᾶς ἴδω κατορθοῦντας, οὐκ ἀφέξομαι. Εἰ γὰρ οἱ παραβαίνοντες τὸν νόμον οὐκ αἰσχύνονται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς κελεύοντας μὴ παραβαίνειν, οὐκ ἄξιον αἰσχύνεσθαι τῇ συνεχείᾳ τῆς παραινέσεως. Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνηθείας ἐστὶ τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος, οὐκ ἔστι δαπάνη χρημάτων. Βούλει μαθεῖν πῶς δυνατὸν περιγενέσθαι τοῦ νοσήματος; πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας; Ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς ὑπομνησθέντας καὶ οὐ διορθωθέντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες, καταδίκην οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Τοιαῦτα γὰρ τὰ πνευματικά· καὶ κέρδος φέρει, καὶ ταχίστην τὴν διόρθωσιν. Ἡ γὰρ γλῶσσα βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος ἱκανὴν λαμβάνει παράκλησιν, ὑπὸ τοῦ δίψους κατατεινομένη, ὑπὸ τῆς πείνης ἀγχομένη· κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ἐπῃνέσατε τὸ εἰρημένον, ἀλλ' ὅμως καὶ ἐπὶ τῶν ἔργων δείξατε τὸν ἔπαινον. Ἐπεὶ τί τὸ κέρδος τῆς ἐνταῦθα συλλογῆς; Εἰ καθ' ἑκάστην ἡμέραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν τὸ καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό; οὐκ αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ; Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν λογιζώμεθα, καὶ πρὸς ἑαυτοὺς λέγωμεν· Χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρδος ἐχούσης, ἂν τοιοῦτοι πάλιν ἀπέλθωμεν, οἷοι παρεγενόμεθα, μηδὲν τῶν ἡμετέρων κατορθώσαντες ἐλαττωμάτων, τί τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως; Καὶ γὰρ τὰ πολλὰ τῶν πραγμάτων οὐ δι' αὐτὰ γίνεται, ἀλλὰ διὰ τὰ συμβαίνοντα ἐξ αὐτῶν. Οἷόν τι λέγω· Ὁ σπείρων οὐ διὰ τοῦτο σπείρει, ἵνα σπείρῃ μόνον, ἀλλ' ἵνα καὶ θερίζῃ, ὡς εἰ μὴ τοῦτο γένοιτο, καὶ ζημίαν ὁ σπόρος οἴσει, τῶν σπερμάτων κατασαπέντων εἰκῆ καὶ μάτην. Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μόνον, ἀλλ' ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμβήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδημία. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν λογιζώμεθα· καὶ γὰρ ἡμεῖς εἰς ἐκκλησίαν ἀπαντῶμεν, οὐ δι' αὐτὸ τοῦτο μόνον ἵνα ἐνταῦθα διατρίβωμεν, ἀλλ' ἵνα τι κερδάναντες μέγα καὶ πνευματικὸν κέρδος ἀπέλθωμεν. Ἂν τοίνυν κενοὶ καὶ μηδὲν λαβόντες ἀπίωμεν, καὶ κατάκρισις ἡ σπουδὴ γίνεται. Ὅπως ἂν τοῦτο μὴ γένηται καὶ ζημία ἐσχάτη, ἀπιόντες ἐντεῦθεν, μετ' ἀλλήλων οἱ φίλοι, μετὰ τῶν τέκνων οἱ πατέρες, μετὰ τῶν οἰκετῶν οἱ δεσπόται, μελετᾶτε καὶ γυμνάζεσθε ὅπως τὸ ἐπιταχθὲν ἀνύσητε, ἵνα ἐπειδὴ ἐπανέλθητε πάλιν, καὶ περὶ τῶν αὐτῶν ἀκούσητε συμβουλευόντων ἡμῶν, μὴ καταισχύνησθε τοῦ συνειδότος ὑμῶν ἐπιλαμβανομένου, ἀλλὰ χαίρητε καὶ εὐφραίνησθε συνορῶντες τὸ πλέον τῆς παραινέσεως ὑμῖν κατορθωθέν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν· οὐ γὰρ ἀρκεῖ τὸ πᾶν ἡ πρόσκαιρος αὕτη παραίνεσις ἐξελεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας ἀνὴρ παρὰ γυναικὸς ταῦτα ἀκουέτω, καὶ γυνὴ παρ' ἀνδρὸς, καὶ ἅμιλλά τις γινέσθω σπουδαζόντων ἁπάντων προλαβεῖν εἰς τὴν τοῦ νόμου τούτου συμπλήρωσιν, καὶ ὁ προλαβὼν καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Ἐὰν ταῦτα βουλευώμεθα, ἐὰν ταῦτα μεριμνῶμεν, ταχέως ἂν ἡμῖν καὶ τὰ ἄλλα κατευοδωθήσεται πράγματα. Σὺ μερίμνησον τὰ τοῦ Θεοῦ, καὶ αὐτὸς προνοήσεται τῶν σῶν. Καὶ μή μοι λέγε· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; τί δὲ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν γὰρ, ὅπου παραβαίνεται νόμος, ἀνάγκης μεμνῆσθαι οὐ χρή. Μία γάρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι Θεῷ. Πλὴν ἀλλὰ ἐκεῖνο λέγω, τέως τοὺς περιττοὺς περίκοψον ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· ἂν τούτους ἀνέλῃς, ἐν ἐκείνοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ' ἂν μυριάκις τις ἀναγκάσῃ, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Ἀλλ' ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι συνήθειαν· οὕτω δὴ καὶ τότε, κἂν μυρίαν ἀνάγκην ἐπιθῇ τις, οὐ δυνήσεται πεῖσαι τοῦτον παρασαλεῦσαι τὸν νόμον· ἀλλ' ὥσπερ δηλητηρίου τινὸς οὐκ ἂν ἕλοιτό ποτε οὐδὲ ἀνάγκης ἐπικειμένης ἀπογεύσασθαί τις, οὕτως οὐδὲ ὅρκον προέσθαι. Τοῦτο δὲ ὑμῖν κατορθωθὲν παράκλησις ἔσται καὶ προτροπὴ, πρὸς τὸ καὶ τῶν λοιπῶν τῆς ἀρετῆς ἐφάψασθαι μερῶν. Ὁ μὲν γὰρ μηδὲν κατωρθωκὼς ὅλως, ῥᾳθυμεῖ καὶ ἀναπίπτει ταχέως· ὁ δὲ συνειδὼς ἑαυτῷ ὅτι μίαν γοῦν τινα ἐντολὴν ἐπλήρωσεν, εὔελπις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν, εἶτα ἑτέραν προσλαβὼν, ἐφ' ἑτέραν ἥξει ταχέως, καὶ οὐ πρότερον ἀποστήσεται, ἕως ἂν ἐπ' αὐτὴν ἔλθῃ τὴν κεφαλήν. Εἰ γὰρ ἐπὶ τῶν χρημάτων, ὅσῳπερ ἄν τις πλείονα περιβάληται, τοσούτῳ πλειόνων ἐφίεται, πολλῷ μᾶλλον ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε μακρηγορίας· νῦν δ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ' ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων, καὶ ἐπὶ τραπέζης καθήμενοι ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν ἅπερ ὑμῖν ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος ὑμῖν γίνηται, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς, καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Ἐὰν ἴδω κατορθώσαντας ὑμᾶς, τὸ πᾶν ἀπείληφα, ἱκανὴν τῶν πόνων ἀπεδεξάμην τὴν ἀντίδοσιν. Ἵνα οὖν καὶ ἡμᾶς προθυμοτέρους ποιήσητε, καὶ ὑμεῖς εὐέλπιδες γίνησθε, καὶ πλείονα ταῖς λοιπαῖς ἐντολαῖς πρὸς τὸ κατορθοῦσθαι παρασκευάσητε τὴν εὐκολίαν, μετὰ πολλῆς τοῦτον τὸν νόμον τῆς σπουδῆς ἐν ταῖς ὑμετέραις ἐναπόθεσθε ψυχαῖς, καὶ τότε εἴσεσθε τῆς παραινέσεως τὴν ὠφέλειαν. Ἐπεὶ καὶ ἱμάτιον χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι· οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαὶ καλαὶ μὲν εἰσὶ καὶ ἐπαινούμεναι, πολλῷ δὲ καλλίους φαίνονται κατορθούμεναι. Νῦν μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ λεγόμενα ἐπαινεῖτε, ἐὰν δὲ κατορθώσητε, διὰ πάσης τῆς ἡμέρας, καὶ διὰ παντὸς τοῦ χρόνου, καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε· καὶ οὐ τοῦτό ἐστι τὸ μέγα, ὅτι ἀλλήλους ἐπαινεσόμεθα, ἀλλ' ὅτι καὶ ὁ Θεὸς ἡμᾶς ἀποδέξεται, καὶ οὐκ ἀποδέξεται μόνον, ἀλλὰ καὶ ἀμείψεται ταῖς μεγάλαις ἐκείναις καὶ ἀποῤῥήτοις δωρεαῖς, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.