Ancient Greek · ~19 min
Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-9
Not analysed yet
Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ' ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς ἐστιν, ἀλλ' ἢ ὑμεῖς καὶ τῆς ὑμετέρας σωτηρίας ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα, καὶ ὁ κυβερνήτης τὰ κύματα καὶ τοὺς λιμένας· οὕτω καὶ ὁ λέγων τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. Διὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ' εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· τὸ δὲ ἑξῆς οὐκ ἔτι λοιπὸν ἐρῶ· οὐδὲ γὰρ ἡμεῖς στενοχωρούμεθα παρ' ὑμῖν. Πόθεν τοῦτο δῆλον; Ἔγνων πολλῶν ἀπαγγειλάντων, ὅτι Τὸ ἐπιταχθὲν ἐποιήσαμεν, νόμους ἀλλήλοις θέντες, καὶ καταδίκας ὁρίσαντες τοῖς ὀμνύουσι, καὶ τιμωρίας ἐπαγαγόντες τοῖς τὸν νόμον παραβαίνουσι, τιμωρίαν τὴν ὑμῖν πρέπουσαν, ὅπερ μεγίστης ἀγάπης τεκμήριον. Οὐδὲ γὰρ αἰσχύνομαι πολυπραγμονῶν ταῦτα, ἐπειδὴ μὴ περιεργίας ἐστὶν, ἀλλὰ κηδεμονίας αὕτη ἡ φιλοπραγμοσύνη. Εἰ γὰρ οὐκ ἔστιν ὄνειδος τῷ ἰατρῷ πυνθάνεσθαι περὶ τοῦ κάμνοντος, οὐδὲ ἡμῖν ἔγκλημα περὶ τῆς ὑμετέρας ἐξετάζειν σωτηρίας ἀεί· οὕτω γὰρ μαθόντες τί μὲν ὑμῖν ἀπήρτισται, τί δὲ ἐλλέλειπται, μετὰ τῆς προσηκούσης ἐπιστήμης τὰ λοιπὰ ἐπιθήσομεν φάρμακα. Ἔγνωμεν τοίνυν ταῦτα περιεργασάμενοι, καὶ ηὐχαριστήσαμεν τῷ Θεῷ, ὅτι οὐκ εἰς πέτρας ἐσπείραμεν, οὐδὲ εἰς ἀκάνθας κατεβάλομεν τὰ σπέρματα, οὐδὲ πολλοῦ χρόνου καὶ πολλῆς ἐδεήθημεν ἀναβολῆς, ὥστε θερίσαι τὰ λήϊα. Διὰ ταῦτα ὑμᾶς ἐπὶ τῆς καρδίας ἔχω συνεχῶς τῆς ἐμαυτοῦ, διὰ ταῦτα οὐκ αἰσθάνομαι τοῦ πόνου τῆς διδασκαλίας, τῷ τῆς ἀκροάσεως κουφιζόμενος κέρδει. Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ πεῖσαι πάντα ὑπὲρ ὑμῶν ὑπομένειν πόνον. Ἐπεὶ οὖν πολλὴν τὴν εὐγνωμοσύνην ὑμεῖς ἐπεδείξασθε, φέρε δὴ καὶ ἡμεῖς τὸ χρέος καταβάλωμεν τὸ λοιπὸν, ὅπερ ὑπεσχόμεθα πρώην· καίτοι γε οὐχ ὁρῶ παρόντας ἅπαντας τοὺς ἡνίκα ἐποιούμην τὴν ὑπόσχεσιν παραγενομένους ἐνταῦθα. Τί ποτε ἄρα τὸ αἴτιον; τί τῆς ἡμετέρας τραπέζης αὐτοὺς ἀπεσόβησεν; Ὁ τραπέζης, ὡς ἔοικε, μετασχὼν αἰσθητῆς, ἐνόμισεν ἀνάξιον εἶναι μετὰ τροφὴν αἰσθητὴν ἐπὶ θείων λογίων ἀκρόασιν ἐλθεῖν· ἀλλ' οὐ δικαίως τοῦτο νομίζουσιν· οὐδὲ γὰρ ἂν, εἰ τοῦτο ἦν ἄτοπον, τοὺς μακροὺς καὶ πολλοὺς ἀνήλωσεν ὁ Χριστὸς λόγους μετὰ τὸ δεῖπνον ἐκεῖνο τὸ μυστικόν· οὐκ ἂν, εἰ τοῦτο ἀπρεπὲς ἦν, ἑστιάσας πολλάκις τὸ πλῆθος ἐπὶ τῆς ἐρήμου, καὶ λόγων αὐτοῖς μετέδωκεν ἂν μετὰ τὴν τράπεζαν. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τότε μὲν οὖν χρησιμωτάτη ἡ τῶν θείων λογίων ἀκρόασις. Ὅταν γὰρ ᾖς σαυτὸν πεπεικὼς, ὅτι μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ· ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα μὴ εἰσελθὼν καὶ τοῖς ἀδελφοῖς ἀναμιχθεὶς, εἶτα ἀποπνέων οἴνου καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων. Ταῦτα οὐ πρὸς ὑμᾶς λέγω νῦν, ἀλλὰ πρὸς τοὺς ἀπολειφθέντας ὑμῶν, ἵνα δι' ὑμῶν ταῦτα μάθωσιν. Οὐ γὰρ τὸ φαγεῖν κώλυμα ἀκροάσεως, ἀλλὰ τὸ ῥᾳθυμεῖν· σὺ δὲ κατάγνωσιν εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν· καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἐπὶ μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι· ἐπὶ δὲ ἀκροάσεως τί ἂν ἔχοις εἰπεῖν; οὐ γὰρ δὴ σώματος ἀσθένεια κωλύει τῶν θείων λογίων μετασχεῖν. Εἰ μὲν γὰρ ἔλεγον· Μηδεὶς ἠριστηκὼς συμμιγέσθω, μηδεὶς φαγὼν ἀκροάσθω, εἶχές τινα συγγνώμην· νυνὶ δὲ ὅταν ἡμεῖς ἕλκωμεν, καὶ ἐπισπώμεθα, καὶ πρὸς ἑαυτοὺς καλῶμεν, ποίαν ἕξετε ἀπολογίαν ἀποπηδῶντες; Καὶ γὰρ ἀνεπιτήδειος ὁ ἀκροατὴς ἐκεῖνος ἂν γένοιτο, οὐχ ὁ φαγὼν καὶ πιὼν, ἀλλ' ὁ μὴ προσέχων τοῖς λεγομένοις, ὁ χασμώμενος καὶ ἐκλελυμένος, καὶ τὸ μὲν σῶμα ἐνταῦθα ἔχων, τὴν δὲ διάνοιαν ἀλλαχοῦ πλανωμένην· οὗτος κἂν νηστεύῃ, πρὸς ἀκρόασίν ἐστιν ἄχρηστος· ὁ μέντοι διεγηγερμένος καὶ νήφων καὶ συντείνων ἑαυτοῦ τὴν διάνοιαν, κἂν φαγὼν καὶ πεπωκὼς ᾖ, πάντων ἐπιτηδειότατος ἀκροατὴς ἂν ἡμῖν γένοιτο. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων καὶ βουλευτηρίων εἰκότως ὁ νόμος οὗτος ἐκράτησεν· οὐδὲ γὰρ ἴσασι φιλοσοφεῖν· διὸ οὐδὲ ἐσθίουσιν ὥστε τραφῆναι, ἀλλ' ὥστε διαῤῥαγῆναι· πίνουσι γὰρ ὑπὲρ κόρον πολλάκις· διὰ τοῦτο ἑαυτοὺς ἀχρήστους πρὸς τὴν τῶν πραγμάτων οἰκονομίαν καθιστῶντες, καὶ δικαστήρια καὶ βουλευτήρια ἀποκλείουσι δείλης καὶ μεσημβρίας. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μὴ γένοιτο· ἀλλ' ὁ φαγὼν τῷ νηστεύοντι κατὰ τὴν τῆς ψυχῆς σωφροσύνην ἐφάμιλλος ἔσται· οὐ γὰρ ὥστε διαῤῥῆξαι τὴν γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν ἐσθίει καὶ πίνει, ἀλλ' ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτήσασθαι.