Ancient Greek · ~25 min
Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-8
Not analysed yet
Ἀλλὰ τῆς μὲν παραινέσεως ταύτης ἅλις, ὥρα δὲ λοιπὸν τῆς ὑποθέσεως ἅψασθαι· καίτοι γε ἀναδύεται καὶ ὀκνεῖ πρὸς τὴν διδασκαλίαν ταύτην ἡμῖν ὁ λογισμὸς διὰ τοὺς μὴ παραγενομένους. Καὶ καθάπερ μήτηρ φιλόστοργος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρόντων ἁπάντων ἀλγεῖ καὶ ὀδυνᾶται· τοῦτο δὴ κἀγὼ πάσχω νῦν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐννοῶν τὴν ἀπουσίαν, ἀναδύομαι πρὸς τὴν ἔκτισιν· ἀλλ' ὑμεῖς κύριοι τὸν ὄκνον τοῦτον ἐκβαλεῖν. Εἰ γὰρ ὑπόσχοισθέ μοι μετὰ ἀκριβείας ἅπαντα πρὸς ἐκείνους διαπορθμεύσειν, μετὰ προθυμίας ἡμεῖς ἅπαντα καταβαλοῦμεν ὑμῖν· οὕτω γὰρ ἐκείνοις τε ἔσται τῆς ἀπουσίας παραμυθία τῆς ὑμετέρας ἀγάπης ἡ διδασκαλία, ὑμεῖς τε προσεκτικώτερον ἡμῶν ἀκούσεσθε, εἰδότες ὅτι καὶ πρὸς ἑτέρους ὑμῖν ἀπαγγεῖλαι ταῦτα ἀνάγκη. Ἵνα οὖν σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄνωθεν ἀναλαβόντες αὐτὸν εἴπωμεν. Ἐζητοῦμεν τοίνυν πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσαῦτα ἐδόθησαν αἱ Γραφαί· οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως ἐδόθη τοῦτο τὸ βιβλίον· καὶ πολλῶν ἀκούω λεγόντων, ὅτι, εἰ χρήσιμον ἦν, ἐξ ἀρχῆς ἔδει δοθῆναι· εἰ δὲ ἄχρηστον ἦν, οὐδὲ μετὰ ταῦτα δοθῆναι ἐχρῆν. Ἀλλ' ἕωλος οὗτος ὁ λογισμός· οὐ γὰρ δὴ πάντως, εἴ τι χρήσιμον μετὰ ταῦτα, ἐξ ἀρχῆς ὀφείλει δίδοσθαι· οὐδὲ εἴ τι παρὰ τὴν ἀρχὴν ἐδόθη, τοῦτο πάντως ὀφείλει καὶ μετὰ ταῦτα μένειν. Ἐπεὶ καὶ τὸ γάλα χρήσιμον, ἀλλ' οὐ διηνεκῶς δίδοται, ἀλλὰ παισὶν οὖσιν ἡμῖν δίδοται μόνον· καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ' ἐπειδὰν τὴν παιδικὴν ἐξέλθωμεν ἡλικίαν· πάλιν τὸ θέρος χρήσιμον, ἀλλ' οὐ διαπαντὸς φαίνεται· καὶ ὁ χειμὼν ἐπιτήδειος, ἀλλὰ καὶ οὗτος ὑπεξίσταται. Τί οὖν; αἱ Γραφαὶ, φησὶν, οὐκ εἰσὶ χρήσιμοι; Χρησιμώταται μὲν οὖν καὶ ἀναγκαιόταται. Τίνος οὖν ἕνεκεν, φησὶν, ἐξ ἀρχῆς ἡμῖν οὐκ ἐδόθησαν; Ὅτι οὐ διὰ γραμμάτων, ἀλλὰ διὰ πραγμάτων, ἠβούλετο παιδεύειν τῶν ἀνθρώπων τὴν φύσιν ὁ Θεός. Τί ποτέ ἐστι διὰ πραγμάτων; Διὰ τῆς κτίσεως αὐτῆς. Εἰς τοῦτο γοῦν τὸ κεφάλαιον ἐμπεσὼν ὁ Ἀπόστολος, καὶ πρὸς Ἕλληνας ἀποτεινόμενος τοὺς λέγοντας, ὅτι Οὐκ ἐμάθομεν ἐξ ἀρχῆς παρὰ τῶν Γραφῶν θεογνωσίαν, ὅρα πῶς ἀπελογήσατο. Εἰπὼν γὰρ, ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, ἐπειδὴ εἶδεν ἀντίθεσιν ἀντιπίπτουσαν αὐτῷ, καὶ πολλοὺς ἀντερωτῶντας, ὅτι Καὶ πόθεν ᾔδεσαν Ἕλληνες τὴν ἀλήθειαν τοῦ Θεοῦ; ἐπήγαγε λέγων· Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Καὶ πῶς φανερόν ἐστιν ἐν αὐτοῖς; πῶς δὲ ἠδύναντο εἰδέναι Θεὸν, καὶ τίς ἔδειξεν; εἰπέ. Ὁ γὰρ Θεὸς ἐφανέρωσεν αὐτοῖς, φησί. Ποίῳ τρόπῳ; ποῖον προφήτην πέμψας; τίνα εὐαγγελιστήν; ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν; Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὴν κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται· ὅπερ οὖν καὶ ἕτερος ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν καθορᾶται. Εἶδες τὸ μέγεθος; θαύμασον τὴν δύναμιν τοῦ ποιήσαντος. Εἶδες τὸ κάλλος; ἐκπλάγηθι τὴν σοφίαν τοῦ κοσμήσαντος· ὅπερ οὖν καὶ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ. Πῶς, εἰπέ μοι, διηγοῦνται; φωνὴν οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται, γλῶττα παρ' αὐτοῖς οὐκ ἔστι, πῶς οὖν διηγοῦνται; Διὰ τῆς ὄψεως αὐτῆς· ὅταν γὰρ ἴδῃς τὸ κάλλος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ' ἡ ὄψις αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέφυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶ σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγεγραμμένα, ὁ δὲ οὐκ εἰδὼς ἀπῆλθεν ἂν μηδὲν ἐκεῖθεν ὠφεληθεὶς, εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες οἱ τῆς γλώττης ἐκείνης ἀπεστερημένοι ἀπῆλθον ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρβαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς· οὐ γὰρ δι' ὤτων, ἀλλὰ καὶ δι' ὄψεως εἰς τὴν διάνοιαν ἐμπίπτει τὴν ἡμετέραν. Ἡ δὲ τῶν ὁρωμένων ἀντίληψις μία τίς ἐστι, καὶ οὐ διάφορος, καθάπερ ἡ τῶν γλωσσῶν· εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται διδασκαλίαν ἀπὸ τῆς θεωρίας· ὅπερ καὶ αὐτὸς ὁ προφήτης αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν ἔθνος, οὐδὲ γλῶττα, φησὶν, ἡ μὴ δυναμένη συνιέναι τῆς φωνῆς ταύτης· ἀλλὰ τοιοῦτος αὐτῶν ἐστιν ὁ φθόγγος, ὥστε δύνασθαι ὑπὸ πάντων ἀνθρώπων ἀκούεσθαι, καὶ οὐχὶ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός. Καὶ πῶς τῆς ἡμέρας καὶ τῆς νυκτός; οὗτος μὲν γὰρ καὶ διὰ τοῦ κάλλους, καὶ διὰ τοῦ μεγέθους, καὶ διὰ τῶν ἄλλων ἁπάντων ἐκπλήττει τοὺς θεατὰς, καὶ πρὸς τὸ θαῦμα τοῦ δημιουργήσαντος αὐτὸν παραπέμπει, ἡ δὲ ἡμέρα καὶ ἡ νὺξ τί τοιοῦτον ἂν ἔχοιεν ἡμῖν ἐπιδείξασθαι; Τοιοῦτον μὲν οὐδὲν, ἕτερα δὲ οὐκ ἐλάττονα τούτων, τὸν ῥυθμὸν, τὴν τάξιν τὴν μετ' ἀκριβείας ἁπάσης. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν ἅπαντα διενείμαντο, καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα. Καθάπερ γάρ τινες ἀδελφαὶ τὸν πατρῷον διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις ἐπηρεάζουσαι· οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν· οὐδέποτε οὖν ἐν χειμῶνι μακρὰ γέγονεν ἡ ἡμέρα, ὥσπερ οὐδέποτε ἐν θέρει μακρὰ γέγονεν ἡ νὺξ, τοσούτων παρελθουσῶν γενεῶν· ἀλλ' ἐν τοσούτῳ διαστήματι καὶ μήκει, οὐδὲ ἀκαριαῖον, οὐχ ἡμιώριον, οὐ ῥιπὴν ὀφθαλμοῦ ἡ ἑτέρα τὴν ἑτέραν ἐπλεονέκτησε.