Ancient Greek · ~24 min
Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-10
Not analysed yet
Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐτελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης. Ἐπεὶ καὶ ἀνδριαντοποιὸν οὐχ οὕτω θαυμάζω τὸν ἀπὸ χρυσοῦ καλὸν ἀνδριάντα ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος τῇ τῆς τέχνης εὐπορίᾳ δυνάμενον κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον. Ἐκεῖ μὲν γὰρ καὶ συντελεῖ τι ἡ ὕλη τῷ πλάττοντι, ἐνταῦθα δὲ, γυμνὴ τῆς τέχνης ἐστὶν ἡ ἐπίδειξις. Σὺ δὲ εἰ βούλει μαθεῖν πόση τοῦ δημιουργήσαντος ἡμᾶς ἐστιν ἡ σοφία, ἐννόησον τί γίνεται ἀπὸ πηλοῦ· τί δὲ ἕτερον ἀλλ' ἢ πλίνθος καὶ κέραμος; Ἀλλ' ὅμως ἴσχυσεν ὁ ἀριστοτέχνης Θεὸς ἀπὸ τῆς ὕλης ἐξ ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, ὡς ἅπαντας ἐκπλήττειν τοὺς ὁρῶντας, καὶ τοσαύτην ἐνθεῖναι τούτῳ δύναμιν, ὡς ἀέρος τοσοῦτον ὕψος καθορᾷν, καὶ μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα περιλαμβάνειν σώματα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ πελάγη, καὶ οὐρανὸν δι' ἐκείνης τῆς μικρᾶς. Μὴ τοίνυν εἴπῃς μοι τὰ δάκρυα καὶ τὰς λήμας· τοῦτο γὰρ διὰ τὴν σὴν ἁμαρτίαν γέγονεν· ἀλλ' ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαιπωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ ἐκλύονται, ὀφθαλμὸς δὲ ὁδεύων τοσοῦτο μὲν ὕψος, τοσοῦτο δὲ εὖρος, οὐδεμιᾶς αἰσθάνεται ἀῤῥωστίας. Ἐπειδὴ γὰρ τῶν ἁπάντων μελῶν ἡμῖν ἀναγκαιότερόν ἐστι τοῦτο, οὐκ ἀφῆκεν αὐτὸ πιέζεσθαι καμάτῳ, ὥστε ἀνεμπόδιστον ἡμῖν αὐτοῦ τὴν διακονίαν εἶναι καὶ ἀκώλυτον. Μᾶλλον δὲ ποῖος λόγος παραστῆσαι δυνήσεται τοῦ μέλους τούτου τὴν ἀρετὴν ἅπασαν; καὶ τί λέγω περὶ κόρης καὶ τῆς ὀπτικῆς δυνάμεως; Ἐὰν γὰρ, ὃ πάντων εὐτελέστερον εἶναι δοκεῖ τῶν μελῶν, τοῦ ὀφθαλμοῦ τὰς βλεφαρίδας ἐξετάσῃς μόνον, καὶ ἐν ταύταις πολλὴν ὄψει τοῦ δημιουργοῦ Θεοῦ τὴν σοφίαν. Καθάπερ γὰρ ἐπὶ τῶν ἀσταχύων οἱ ἀνθέρικες ὥσπερ τινὰ δόρατα προβεβλημένοι τοὺς ὄρνιθας ἀποσοβοῦσιν, οὐκ ἐπιτρέποντες ἐγκαθέζεσθαι τῷ καρπῷ καὶ διακλᾷν τὴν καλάμην ἀσθενεστέραν οὖσαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ὀφθαλμῶν, ὥσπερ τινὲς ἀνθέρικες καὶ δόρατα προβέβληνται αἱ τῶν βλεφάρων τρίχες, κόνιν καὶ κάρφη καὶ πάντα τὰ διενοχλοῦντα ἔξωθεν ἀποκρουόμεναι τῶν ὀφθαλμῶν, καὶ οὐκ ἐῶσαι ἐνοχλεῖσθαι τὰ βλέφαρα. Ἴδοις ἂν καὶ ἐπὶ τῶν ὀφρύων ἑτέραν σοφίαν οὐκ ἐλάττονα ταύτης. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη τὴν θέσιν αὐτῶν; ὅτι οὔτε πέρα τοῦ μέτρου προβέβληνται, ὥστε ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, οὔτε ἐνδοτέρω τοῦ δέοντος ὑφιζάνουσιν· ἀλλ' ὥσπερ οἰκίας γεῖσος, οὕτως ἐξέχουσιν ἄνωθεν, τὸν ἐκ τῆς κεφαλῆς κατιόντα ἱδρῶτα δεχόμεναι, καὶ τοὺς ὀφθαλμοὺς λυπεῖν οὐκ ἐῶσαι. Διὰ δὴ τοῦτο καὶ τρίχες αὐταῖς εἰσιν ἐμπεφυκυῖαι, τῇ δασύτητι τὰ καταῤῥέοντα ἐπέχουσαι, καὶ μετὰ πολλῆς στέγουσαι τῆς ἀκριβείας, καὶ πολλὴν ταῖς ὄψεσι τὴν εὐμορφίαν παρέχουσαι. Οὐ τοῦτο δὲ μόνον ἄν τις θαυμάσειεν, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, αἱ μὲν τῆς κεφαλῆς αὔξονται τρίχες καὶ ἀποκείρονται, αἱ δὲ τῶν ὀφρύων οὐκ ἔτι; οὐδὲ γὰρ τοῦτο ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἡμῖν γέγονεν, ἀλλ' ὥστε μὴ χαλωμένας ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, ὅπερ οἱ πρὸς βαθὺ γῆρας ἐλθόντες πάσχουσι. Τίς δ' ἂν δυνηθείη τὴν διὰ τοῦ ἐγκεφάλου δεικνυμένην σοφίαν ἅπασαν διελθεῖν; Πρῶτον μὲν γὰρ αὐτὸν ἁπαλὸν ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσιν ἁπάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς· εἶτα ἵνα μὴ παρὰ τὴν οἰκείαν παραβλάπτηται φύσιν, ὀστοῖς αὐτὸν πάντοθεν ἐπετείχισε· πάλιν ἵνα μὴ τῇ σκληρότητι τῶν ὀστῶν παρατριβόμενος ἐνοχλῆται, ὑμένα μέσον ἐπέτεινεν, οὐχ ἕνα μόνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι κάτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου σαρκί· καὶ ἔστιν ἐκεῖνος τούτου σκληρότερος. Τοῦτο δὲ ἐποίησε διά τε τὴν εἰρημένην αἰτίαν, καὶ ἵνα τὰς φερομένας ἐπὶ τῆς κεφαλῆς πληγὰς μὴ πρῶτος ὁ ἐγκέφαλος δέχηται, ἀλλὰ προαπαντῶσαι αἱ μήνιγγες αὗται ταῖς βολαῖς τὴν βλάβην διαλύωσιν ἅπασαν, καὶ ἀνεπηρέαστον αὐτὸν διατηρῶσι. Καὶ τὸ μὴ συνεχές τε καὶ ἓν εἶναι τὸ καλύπτον αὐτὸν ὀστοῦν, ἀλλὰ πολλὰς πανταχόθεν ἔχειν ῥαφὰς, πολλῆς ἀσφαλείας αὐτῷ πάλιν ὑπόθεσις γίνεται. Τῶν τε γὰρ συνεχόντων αὐτὸν ἀτμῶν εἰς τὸ ἔξω ῥᾳδία γένοιτ' ἂν ἀναπνοὴ διὰ τῶν ῥαφῶν ἐκείνων, ὥστε αὐτὸν μὴ συμπνίγεσθαι· πληγή τε εἵ τις ἐπενεχθείη ποθὲν, οὐχ ὁλοσχερὴς γίνεται ἡ βλάβη. Εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ εἰς ἓν μέρος κατενεχθεῖσα ἡ πληγὴ τὸ πᾶν ἐλυμήνατο ἄν· τῷ δὲ εἰς πολλὰ διαιρεῖσθαι νῦν, οὐκ ἂν γένοιτο τοῦτο. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἓν, τὸ κατ' ἐκεῖνο τὸ μέρος ὀστοῦν κείμενον παραβλάπτεται μόνον, τὰ δὲ λοιπὰ ἀσινῆ μένει πάντα, τοῦ συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαιρέσει, καὶ οὐκ ἰσχύοντος εἰς τὰ παρακείμενα ἐκταθῆναι. Διὰ τοῦτο ἐκ πολλῶν αὐτοῦ τὴν σκέπην ὀστῶν συνέθηκεν ὁ Θεὸς, καὶ καθάπερ οἰκίαν τις οἰκοδομῶν, στέγην καὶ κεραμῖδας ἄνωθεν ἐπιτίθησιν· οὕτω καὶ τὰ ὀστᾶ ταῦτα ἐπέθηκεν ἄνωθεν ἐπὶ τῆς κεφαλῆς ὁ Θεὸς, καὶ τρίχας βλαστάνειν παρεσκεύασεν, ὥστε ἀντὶ πιλημάτων τινῶν εἶναι τῇ κεφαλῇ. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς καρδίας ἐποίησεν. Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν ἐν ἡμῖν μελῶν ἡ καρδία, καὶ τῆς ζωῆς ἡμῶν ἁπάσης αὕτη τὸ κῦρος ἐγκεχείρισται, καὶ τὸ τυχὸν πληγείσης αὐτῆς θάνατος γίνεται, στεγανοῖς καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχόθεν περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν· καὶ ὅπερ ἐπὶ τῶν μηνίγγων ἐποίησε, τοῦτο καὶ ἐπὶ ταύτης εἰργάσατο. Ὥστε γὰρ μὴ συνεχῶς ἁλλομένην αὐτὴν καὶ πηδῶσαν ἐν τοῖς θυμοῖς καὶ ταῖς τοιαύταις ὁρμαῖς καὶ τῇ σκληρότητι τῶν ὀστῶν ἐγκρούουσαν τῶν περιφραττόντων αὐτὴν παρατρίβεσθαι καὶ ὀδυνᾶσθαι, ὑμένας τε ὑπέτεινεν ἐκεῖ πολλοὺς, καὶ τὸν πνεύμονα ὑπέθηκεν ὥσπερ ἁπαλὸν στρῶμα τοῖς ἅλμασιν αὐτῆς παραθεὶς, ἵνα ἀλύπως ἐῤῥηγνυμένη τούτῳ, μηδὲν ἀηδὲς πάσχῃ. Καὶ τί λέγω περὶ ἐγκεφάλου καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν ὀνύχων αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην, καὶ ἀπὸ τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως. Ἐνῆν δὲ εἰπεῖν καὶ τίνος ἕνεκεν οὐκ ἰσόμετροι πάντες ἡμῖν εἰσιν οἱ δάκτυλοι, καὶ πολλὰ ἕτερα τούτων πλείονα· ἀλλ' ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος ἡμᾶς διαλάμπει Θεοῦ· διόπερ ἀφεὶς τοῦτο τὸ μέρος τοῖς φιλοπόνοις ἐξεργάσασθαι μετὰ ἀκριβείας, ἐφ' ἑτέραν ἀντίθεσιν τρέψομαι.