Ancient Greek · ~22 min
Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 2.1-10
Not analysed yet
Νῦν γοῦν ἐπειδὴ τὴν ἀθυμίαν ἀπετινάξασθε, καὶ τῶν προτέρων ὑμᾶς ἀναμνῆσαι βουλόμεθα, ὥστε σαφέστερον ὑμῖν γενέσθαι τὸν λόγον· ὃ γὰρ περὶ τῆς κτίσεως εἰρήκαμεν, ὅτι οὐχὶ καλὴν μόνον καὶ θαυμαστὴν καὶ μεγάλην αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν, καὶ τούτων αὐτῶν πάλιν πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν κτίσιν ἡμᾶς ἀπάγων· τοῦτο καὶ ἐπὶ τοῦ σώματος τοῦ ἡμετέρου ἔστιν ἰδεῖν γεγενημένον. Καὶ γὰρ καὶ περὶ τούτου πολλοὶ ζητοῦσι τῶν τε τῆς ἀληθείας ἐχθρῶν τῶν τε σὺν ἡμῖν τεταγμένων, τίνος ἕνεκεν φθαρτὸν καὶ ἐπίκηρον γέγονεν. Ἑλλήνων δὲ πολλοὶ καὶ αἱρετικῶν οὐδὲ γεγενῆσθαι αὐτὸ παρὰ τοῦ Θεοῦ φασιν· ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ σώματος ἐπιόντες ἅπαντα. Ἐγὼ δὲ, ἐπειδὰν περὶ τούτων γένηται λόγος, πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι· Μή μοι τὸν ἄνθρωπον λέγε τοῦτον τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον, τὸν καταδικασθέντα· ἀλλ' εἰ βούλει μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἡμῖν τὸ σῶμα ἔπλασεν ὁ Θεὸς, ἐπὶ τὸν παράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλ' ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν· ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ' ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν ἀπατεῶνα δαίμονα τοῦ κηδεμόνος Θεοῦ καὶ τιμήσαντος αὐτὸν ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σωφρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μισῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πονηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κωλύων, καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας διδάσκων αὐτὸν, ὅτι θνητός τέ ἐστι καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων μηδέποτε τοιαῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν· καὶ γὰρ εἶπεν ὁ διάβολος· Ἔσεσθε ὡς θεοί. Πρόῤῥιζον οὖν ταύτην ἀνασπάσαι βουλόμενος τὴν ἔννοιαν, πολυπαθὲς αὐτοῦ καὶ ταλαίπωρον τὸ σῶμα πεποίηκε, δι' αὐτῆς τῆς φύσεως παιδεύων αὐτὸν, μηδέποτε τοιαύτην λαβεῖν ἔννοιαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μάλιστα μὲν καὶ ἐκ τῶν ἐπ' ἐκείνου γεγενημένων δῆλον· μετὰ γὰρ τὴν προσδοκίαν ἐκείνην ταύτῃ κατεδικάσθη τῇ τιμωρίᾳ. Καὶ σκόπει μοι Θεοῦ σύνεσιν· οὐκ ἀφῆκεν αὐτὸν πρῶτον ἀποθανεῖν, ἀλλὰ τὸν υἱὸν τὸν ἐκείνου συνεχώρησε τοῦτο παθεῖν, ἵνα πρὸ τῶν ὀφθαλμῶν ἰδὼν τὸ σῶμα σηπόμενον καὶ φθειρόμενον, μεγάλην ἀπὸ τῆς ὄψεως ταύτης δέξηται φιλοσοφίας διδασκαλίαν, καὶ μάθῃ τί γέγονε, καὶ σωφρονισθεὶς καλῶς, οὕτως ἐντεῦθεν ἀπέλθῃ. Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἐκ τῶν ἤδη γεγενημένων τοῦτο δῆλον, οὐκ ἔλαττον δὲ καὶ ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων ἔσται φανερόν. Εἰ γὰρ ἀνάγκῃ τοιαύτῃ τοῦ σώματος ἐνδεδεμένου, καὶ πάντων ἀποθνησκόντων καὶ φθειρομένων καὶ σηπομένων ἐν ταῖς ἁπάντων ὄψεσι καὶ διαλελυμένων εἰς κόνιν, καὶ τῶν ἔξωθεν φιλοσόφων ἕνα καὶ τοῦτον ποιησαμένων συμπληρωτικὸν ὅρον τοῦ τῶν ἀνθρώπων γένους (ἐρωτηθέντες γὰρ, τί ποτε ἄνθρωπός ἐστι, ζῶον λογικὸν θνητὸν εἶπον)· εἰ τοίνυν πάντων ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθανατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς ὅψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως· εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως ἐπίκηρον καὶ φθαρτὸν, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας πολλοὶ τῶν ἀνθρώπων; Ἄκουσον τοίνυν τί φησιν ὁ προφήτης περί τινος βαρβάρου βασιλέως τοιαύτην μανέντος μανίαν· Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Εἶτα καταγελῶν αὐτοῦ, καὶ τὴν τελευτὴν αὐτοῦ δηλῶν, φησίν· Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος τοιαύτην ἀναμένων τελευτὴν, τοιαῦτα φαντάζεσθαι ἐτόλμησας; Καὶ περὶ ἑτέρου πάλιν τοῦ βασιλέως, λέγω τῶν Τυρίων, τοιαῦτα κατασκευάζοντος καὶ βουλομένου νομίζεσθαι θεοῦ, φησί· Σὺ δὲ οὐκ εἶ θεὸς, ἀλλ' ἄνθρωπος, καὶ οἱ κατακεντοῦντές σε τοῦτο ἐροῦσιν. Ὥστε ἄνωθεν καὶ μεθ' ὑπερβολῆς ἀναιρῶν τῆς εἰδωλολατρείας τὴν ὑπόθεσιν, τοιοῦτον ἡμῖν τὸ σῶμα ἐποίησεν ὁ Θεός. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τοῦ σώματος τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν τοιοῦτόν τι γεγενημένον; Θνητὴν μὲν γὰρ οὐκ ἐποίησεν, ἀλλ' ἀφῆκεν ἀθάνατον εἶναι· λήθῃ δὲ καὶ ἀγνοίᾳ καὶ ἀθυμίᾳ καὶ φροντίσιν ὑπεύθυνον αὐτὴν κατεσκεύασε· καὶ τοῦτο ἐποίησεν, ἵνα μὴ πρὸς τὴν οἰκείαν εὐγένειαν ἰδοῦσα, μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Εἰ γὰρ καὶ τούτων ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ· εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἕλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν. Ὅτι μὲν γὰρ βελτίονος αὐτὸ ἴσχυε ποιῆσαι ὕλης, ἔδειξεν ἐκ τοῦ οὐρανίου τε σώματος καὶ τοῦ ἡλιακοῦ. Ὁ γὰρ ἐκεῖνα τοιαῦτα ποιήσας, καὶ τοῦτο τοιοῦτον ποιῆσαι, εἴπερ ἐθέλησεν, ἴσχυσεν ἄν· ἀλλ' ἡ αἰτία τῆς ἀσθενείας ἐστὶν ἡ προειρημένη πρόφασις. Οὐ μὴν τοῦτο ὑποτέμνεται τοῦ Δημιουργοῦ τὸ θαῦμα, ἀλλὰ καὶ ἐπιτείνει πλέον. Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον, ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν.