Ancient Greek · ~22 min
Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-4
Not analysed yet
Ὅταν οὖν τοιαῦτα τοὺς ἁμαρτωλοὺς ἀναμένῃ κακὰ, τί γένοιτ' ἂν αὐτοῖς ὄφελος, κἂν οἴκοι, κἂν ἐπὶ τῆς ἑαυτῶν κλίνης καταλύσωσι τὴν ζωήν; ὥσπερ οὖν τοῖς δικαίοις οὐδὲν ἂν γένοιτο βλάβος ἐκ τοῦ ξίφει καὶ σιδήρῳ καὶ πυρὶ τὴν παροῦσαν ἀποθέσθαι ζωὴν, ὅταν πρὸς τὰ ἀθάνατα μέλλωσιν ἀποδημεῖν ἀγαθά. Ἀληθῶς Θάνατος ἁμαρτωλῶν πονηρός. Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θάνατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἴκοι καὶ ἐπὶ τῆς κλίνης καὶ τῶν ἐπιτηδείων παρόντων οἰκείᾳ τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετηγανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρόντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ. Ἀλλ' οὐχ ὁ Λάζαρος οὕτως· ἀλλ' ἐπ' αὐτοῦ τοῦ ἐδάφους τῶν κυνῶν παρόντων καὶ λειχομένων τὰ τραύματα, βίαιον θάνατον ὑποστὰς, (τί γὰρ λιμοῦ γένοιτ' ἂν ὀδυνηρότερον;) ἀπελθὼν ἐκεῖ τῶν αἰωνίων ἀπήλαυσεν ἀγαθῶν, ἐντρυφῶν τοῖς κόλποις τοῦ Ἀβραάμ. Τί τοίνυν παρέβλαψεν αὐτὸν τὸ βιαίως ἀποθανεῖν; τί δὲ τὸν πλούσιον ὤνησε τὸ μὴ βιαίως ἀποθανεῖν; Ἀλλ' οὐ τὸ βιαίως, φησὶν, ἀλλὰ τὸ ἀδίκως ἀποθανεῖν δεδοίκαμεν, καὶ τὸ μηδὲν τετολμηκότες, ὧν ὑποπτευόμεθα, τοῖς ἑαλωκόσι κολασθῆναι παραπλησίως. Τί λέγεις, εἰπέ μοι; τὸ ἀδίκως ἀποθανεῖν δέδοικας; ἀλλὰ δικαίως ἐβούλου; Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς παρὸν ἀδίκως ἀποθανεῖν, δικαίως ἑλέσθαι μᾶλλον; Εἰ γὰρ θάνατον δεδοικέναι χρὴ, τὸν δικαίως ἡμῖν ἐπιόντα δεδοικέναι χρὴ, ὡς ὅ γε ἀδίκως ἀποθανὼν κατ' αὐτὸ τοῦτο κοινωνεῖ τοῖς ἁγίοις ἅπασιν. Οἱ γὰρ πλείους τῶν εὐδοκιμηκότων παρὰ τῷ Θεῷ καὶ λαμψάντων, ἄδικον ὑπέστησαν τελευτὴν, καὶ πρῶτος ὁ Ἄβελ· οὐ γὰρ δὴ πλημμελήσας εἰς τὸν ἀδελφὸν, οὐδὲ λυπήσας τι τὸν Κάϊν, ἀλλ' ἐπειδὴ τὸν Θεὸν ἐτίμησε, διὰ τοῦτο ἐσφάγη· ὁ δὲ Θεὸς συνεχώρησεν, ἆρα φιλῶν αὐτὸν ἢ μισῶν; εὔδηλον ὅτι φιλῶν, καὶ λαμπρότερον αὐτῷ τὸν στέφανον ποιῆσαι βουλόμενος ἀπὸ τῆς ἀδικωτάτης σφαγῆς. Ὁρᾷς ὅτι οὐ τὸ βιαίως ἀποθανεῖν, οὔτε τὸ ἀδίκως ἀποθανεῖν δεδοικέναι χρὴ, ἀλλὰ τὸ ἐν ἁμαρτίαις ἀποθανεῖν; Ὁ Ἄβελ ἀπέθανεν ἀδίκως, ὁ Κάϊν ἔζη στένων καὶ τρέμων· τίς οὖν, εἰπέ μοι, μακαριώτερος ἦν, ὁ μετὰ δικαιοσύνης ἀναπαυσάμενος, ἢ ὁ ἐν ἁμαρτίαις ζῶν; ὁ ἀδίκως ἀποθανὼν, ἢ ὁ δικαίως κολαζόμενος; Βούλεσθε εἴπω πρὸς τὴν ὑμετέραν ἀγάπην, πόθεν δεδοίκαμεν θάνατον; Οὐκ ἔτρωσεν ἡμᾶς βασιλείας ἔρως, οὐδὲ ἀνῆψεν ἡμᾶς ὁ τῶν μελλόντων πόθος, ἐπεὶ πάντων ἂν ὑπερείδομεν τῶν παρόντων, καθάπερ ὁ μακάριος Παῦλος. Καὶ πρὸς τούτοις πάλιν οὐ φοβούμεθα γέενναν, διὰ τοῦτο φοβούμεθα θάνατον· οὐκ ἴσμεν τῆς ἐκεῖ κολάσεως τὸ ἀφόρητον, διὰ τοῦτο τελευτὴν ἀντὶ ἁμαρτίας δεδοίκαμεν· ὡς εἰ ἐκεῖνος κατεῖχε τὴν ψυχὴν ἡμῶν ὁ φόβος, οὐδὲ ἐπεισελθεῖν οὗτος ἠδύνατο. Καὶ τοῦτο οὐ πόῤῥωθέν ποθεν, ἀλλ' οἴκοθεν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων ἡμῖν ἐν ταῖς ἡμέραις ταύταις πειράσομαι ποιῆσαι φανερόν. Ἐπειδὴ γὰρ ἦλθε παρὰ βασιλέως τὰ γράμματα τὴν εἰσφορὰν ταύτην τὴν ἀφόρητον εἶναι δοκοῦσαν κελεύοντα καταθεῖναι, πάντες ἐστασίαζον, πάντες ἐφιλονείκουν, ἐδυσχέραινον, ἠγανάκτουν, πρὸς ἀλλήλους ἀπαντῶντες ἔλεγον· Ἀβίωτος ἡμῖν ὁ βίος, ἀνετράπη ἡ πόλις, οὐδεὶς ὑποστῆναι δυνήσεται τῆς εἰσφορᾶς ταύτης τὸ μέγεθος· καὶ ἤσχαλλον πάντες ὡς περὶ τῶν ἐσχάτων αὐτῶν κινδυνεύοντες. Μετὰ ταῦτα, ἐπειδὴ συνέβη τὰ τολμηθέντα, καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες, τοὺς ἀνδριάντας καθεῖλον, καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον, καὶ νῦν περὶ τῆς ζωῆς αὐτῆς δεδοίκαμεν παροξύναντες τὸν βασιλέα· οὐκ ἔτι λοιπὸν ἡμᾶς ἡ τῶν χρημάτων δάκνει ζημία, ἀλλ' ἕτερα ἀντ' ἐκείνων πάντων ἀκούω λεγόντων· Λαβέτω τὴν οὐσίαν ὁ βασιλεὺς, ἀποστησόμεθα καὶ τῶν ἀγρῶν καὶ τῶν οὐσιῶν ἀγαπητῶς, μόνον ἂν τὸ σῶμα γυμνόν τις ἡμῖν ὑπόσχηται διασώζειν. Ὥσπερ οὖν πρὶν ἢ τὸν τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακνεν ἡμᾶς ἡ ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα ταῦτα τολμήματα, ὁ τοῦ θανάτου φόβος ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν· οὕτως εἰ ὁ τῆς γεέννης φόβος κατεῖχεν ἡμῶν τὰς ψυχὰς, οὐκ ἂν ὁ τοῦ θανάτου φόβος κατέσχεν· ἀλλ' ὥσπερ ἐπὶ τῶν σωμάτων, ὅταν δύο ἡμᾶς κατάσχωσιν ὀδύναι, ἡ δυνατωτέρα τὴν καταδεεστέραν ἀποκρύπτειν εἴωθεν· οὕτω καὶ νῦν ἐγένετο ἄν· εἰ τὸ τῆς μελλούσης κολάσεως δέος ἔμενεν ἐπὶ τῆς ψυχῆς, πάντα ἀνθρώπινον ἀπέκρυψε φόβον. Ὥστε εἴ τις σπουδάζει διὰ παντὸς μεμνῆσθαι γεέννης, πάσης καταγελάσεται τελευτῆς· καὶ τοῦτο οὐ τῆς παρούσης αὐτὸν ἀπαλλάξει μόνον ἀγωνίας, ἀλλὰ κἀκείνης ἐξαιρήσεται τῆς φλογός. Ὁ γὰρ διὰ παντὸς γέενναν δεδοικὼς, οὐδέποτ' εἰς τὸ τῆς γεέννης ἐμπεσεῖται πῦρ, τῷ διηνεκεῖ τούτῳ σωφρονιζόμενος φόβῳ. Δότε μοι πρὸς ὑμᾶς εὐκαίρως εἰπεῖν νῦν· Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε. Καὶ γὰρ παιδικὸν φοβούμεθα φόβον θάνατον δεδοικότες, ἁμαρτίαν δὲ μὴ δεδοικότες. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δ' οὐ δέδοικεν· ἀλλ' ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί· καὶ τὸ μὲν εὐκαταφρόνητον φρίττει προσωπεῖον, τὸ δ' ἀληθῶς φοβερὸν οὐ δέδοικε πῦρ· οὕτω δὴ καὶ ἡμεῖς θάνατον μὲν δεδοίκαμεν, ὅπερ ἐστὶν εὐκαταφρόνητον προσωπεῖον, ἁμαρτίαν δ' οὐ δεδοίκαμεν, ὅπερ ἐστὶν ἀληθῶς φοβερὸν, καὶ πυρὸς δίκην κατεσθίει τὸ συνειδός. Καὶ ταῦτα οὐκ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως, ἀλλ' ἐξ ἀνοίας ἡμῖν συμβαίνειν εἴωθεν· ὡς ἐὰν λογιζώμεθα, τί ποτ' ἔστι θάνατος, οὐδέποτ' αὐτὸν δείσομεν. Τί ποτ' οὖν ἐστι θάνατος; Ὅπερ ἐστὶν ἱμάτιον ἀποδύσασθαι· καθάπερ γὰρ ἱμάτιον, τὸ σῶμα τῇ ψυχῇ περίκειται, καὶ τοῦτο πρὸς βραχὺ διὰ τῆς τελευτῆς ἀποθέμενοι λαμπρότερον ἀποληψόμεθα πάλιν. Τί ποτέ ἐστι θάνατος; Ἀποδημία πρόσκαιρος, ὕπνος μακρότερος τοῦ συνήθους· ὥστε εἰ δέδοικας θάνατον, φοβοῦ καὶ ὕπνον· εἰ διὰ τοὺς τελευτῶντας ἀλγεῖς, ἄλγησον καὶ διὰ τοὺς ἐσθίοντας καὶ διὰ τοὺς πίνοντας· ὥσπερ γὰρ τοῦτο φυσικὸν, οὕτω κἀκεῖνο. Μὴ λυπείτω σε τὰ τῆς φύσεως, λυπείτω σε μᾶλλον τὰ τῆς πονηρᾶς προαιρέσεως, μηδὲ τὸν τελευτῶντα πενθήσῃς, ἀλλὰ πένθησον τὸν ἐν ἁμαρτίαις ζῶντα.