Ancient Greek · ~16 min
Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-6
Not analysed yet
Τοῦτον δὲ οὐχ ἁπλῶς μηκύνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλάκις λιμῶν καὶ αὐχμῶν γιγνομένων, καὶ πολέμων, καὶ ὀργῆς βασιλικῆς ἐμπιπτούσης, καὶ ἑτέρων τινῶν τοιούτων ἀδοκήτων πραγμάτων, πολλοὶ τοὺς ἀφελεστέρους ἀπατῶντες λέγουσιν, ὅτι οὐκ ἄξια ταῦτα τῆς τοῦ Θεοῦ προνοίας. Ἵν' οὖν μὴ παραλογιζώμεθα, ἀλλ' ἴδωμεν ἀκριβῶς, ὅτι κἂν λιμὸν, κἂν πόλεμον, κἂν ἄλλο ὁτιοῦν ἐπαγάγῃ δεινὸν, ἀπὸ φιλανθρωπίας τοῦτο ποιεῖ καὶ πολλῆς τῆς κηδεμονίας, ἠναγκάσθην ἐνδιατρίψαι τούτῳ τῷ λόγῳ. Ἐπεὶ καὶ οἱ πατέρες, οἱ μάλιστα πάντων τὰ ἔκγονα φιλοῦντες, καὶ τραπέζης εἴργουσι, καὶ πληγὰς ἐπάγουσι, καὶ ἀτιμίᾳ κολάζουσι, καὶ ἑτέροις μυρίοις τοιούτοις ἀσελγαίνοντας διορθοῦνται τοὺς παῖδας· ἀλλ' ὅμως πατέρες εἰσὶν, οὐχὶ τιμῶντες μόνον, ἀλλὰ καὶ ταῦτα ποιοῦντες, καὶ τότε μάλιστα πατέρες, ὅταν τοιαῦτα ποιῶσιν. Εἰ δὲ ἄνθρωποι, θυμῷ καὶ ὀργῇ πολλάκις τοῦ συμφέροντος ἐκφερόμενοι, οὐκ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλὰ κηδεμονίᾳ καὶ φιλοστοργίᾳ νομίζονται κολάζειν οὓς φιλοῦσι, πολλῷ μᾶλλον περὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, τοῦ πᾶσαν πατρικὴν φιλοστοργίαν ὑπερβαίνοντος τῇ τῆς οἰκείας ἀγαθότητος ὑπερβολῇ. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι στοχασμός ἐστι τὰ εἰρημένα, φέρε ἐπ' αὐτὴν τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. Ἐπειδὴ γὰρ ἠπατήθη καὶ παρελογίσθη παρὰ τοῦ πονηροῦ δαίμονος ὁ ἄνθρωπος, ἴδωμεν πῶς ἁμαρτίαν αὐτῷ τοιαύτην ἁμαρτόντι τότε ἐχρήσατο ὁ Θεός. Ἆρα ἠφάνισεν αὐτὸν παντελῶς; καίτοι γε ὁ τοῦ δικαίου λόγος τοῦτο ἀπῄτει, τὸν οὐδὲν μὲν ἀγαθὸν ἐπιδειξάμενον, τοσαύτης δὲ ἀπολαύσαντα τῆς εὐνοίας, εἶτα ἐκ προοιμίων ἀποσκιρτήσαντα, ἀρθῆναι ἐκ τοῦ μέσου καὶ ἀφανισθῆναι τέλεον. Ἀλλ' οὐκ ἐποίησε τοῦτο ὁ Θεὸς, οὐδὲ ἐβδελύξατο καὶ ἀπεστράφη τὸν οὕτως ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον, ἀλλ' ἔρχεται πρὸς αὐτὸν, καθάπερ πρὸς ἄῤῥωστον ἰατρός. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀγαπητὲ, ἀλλ' ἐννόησον ἡλίκον τὸ μήτε ἄγγελον πέμψαι, μήτε ἀρχάγγελον, μήτε ἄλλον τινὰ τῶν συνδούλων τῶν ἐκείνου, ἀλλ' αὐτὸν τὸν Δεσπότην καταβῆναι πρὸς τὸν παραπεπτωκότα, καὶ κείμενον ἀναστῆσαι, καὶ μόνον πρὸς μόνον, καθάπερ φίλον πρὸς φίλον κακῶς πράττοντα, καὶ ἐν πολλῇ καταστάντα δυσημερίᾳ παραγενέσθαι. Ὅτι γὰρ τοῦτο ἐκ πολλῆς κηδεμονίας ἐποίησε, καὶ αὐτὰ τὰ ῥήματα, ἃ πρὸς αὐτὸν εἶπε, δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλοστοργίαν. Καὶ τί λέγω τὰ ῥήματα ἅπαντα; ἡ πρώτη μὲν οὖν ῥῆσις εὐθέως αὐτοῦ τὸ φίλτρον ἐνέφηνεν. Οὐ γὰρ εἶπε, καθάπερ εἰκὸς ἦν ὑβρισμένον εἰπεῖν· Ὦ μιαρὲ, καὶ παμμίαρε, τοιαύτης ἀπολαύσας εὐνοίας παρ' ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βασιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ' οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐνέχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ Δεσπότου καὶ κηδεμόνος; τί σοι τοιοῦτον ἐκεῖνος ἔδειξεν οἷον ἐγώ; οὐχὶ τὸν οὐρανὸν ἐποίησα διὰ σέ; τὴν γῆν, τὴν θάλατταν, τὸν ἥλιον, τὴν σελήνην, τὰ ἄστρα πάντα; οὐ γὰρ δήπου τῶν ἀγγέλων τινὲς ταύτης ἐδέοντο τῆς δημιουργίας, ἀλλὰ διὰ σὲ καὶ τὴν ἀνάπαυσιν τὴν σὴν τὸν τοσοῦτον καὶ τηλικοῦτον ἐποίησα κόσμον· καὶ ψιλὰ ῥήματα, καὶ ὑπόσχεσιν ψευδῆ, καὶ ἐπαγγελίαν ἀπάτης γέμουσαν, τῆς διὰ τῶν ἔργων εὐεργεσίας τε καὶ προνοίας ἀξιοπιστοτέραν νομίσας εἶναι, ἐκείνῳ σαυτὸν ἔδωκας, καὶ τοὺς ἐμοὺς κατεπάτησας νόμους; Ταῦτα γὰρ καὶ πλείονα τούτων τὸν ὑβρισμένον εἰκὸς ἦν εἰπεῖν· ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν. Ἀπὸ γὰρ τῆς πρώτης φωνῆς εὐθέως αὐτὸν ἀνέστησε κείμενον, καὶ δεδοικότα καὶ τρέμοντα θαῤῥεῖν παρεσκεύασε πρῶτος αὐτὸν καλέσας αὐτός· μᾶλλον δὲ οὐ τῷ καλέσαι πρῶτος, ἀλλὰ καὶ τῷ προσειπεῖν αὐτὸν ἀπὸ τῆς αὐτοῦ προσηγορίας καὶ εἰπεῖν· Ἀδὰμ, ποῦ εἶ; ἔδειξεν αὐτοῦ τὸ φίλτρον, καὶ τὴν πολλὴν περὶ αὐτὸν κηδεμονίαν. Ἴστε γὰρ δήπου πάντες, ὅτι φιλίας γνησίας ἐστὶ τοῦτο τεκμήριον· οὕτω καὶ οἱ ἀνακαλοῦντες τοὺς τετελευτηκότας εἰώθασι ποιεῖν, συνεχῶς τὰ ὀνόματα αὐτῶν περιστρέφοντες, ὡς οἵ γε μισοῦντες καὶ ἀπεχθῶς πρός τινας ἔχοντες, οὐδὲ τὰ ὀνόματα ἀναμνησθῆναι τῶν λελυπηκότων ἀνέχονται. Ὁ γοῦν Σαοὺλ ἀδικηθεὶς μὲν οὐδὲν, πολλὰ δὲ καὶ μεγάλα τὸν Δαυῒδ ἀδικήσας, ἐπειδὴ αὐτὸν ἀπεστρέφετο καὶ ἐμίσει, οὐδὲ τῆς προσηγορίας αὐτοῦ ἀναμνησθῆναι ἀνείχετο, ἀλλὰ συγκαθημένων ἁπάντων, ἐπειδὴ παραγενόμενον οὐκ εἶδεν, τί φησιν; Οὐκ εἶπε, Ποῦ ἔστι Δαβίδ; ἀλλὰ, Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; ἀπὸ τοῦ πατρὸς αὐτὸν καλέσας. Καὶ πάλιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ποιοῦσιν· ἐπειδὴ γὰρ αὐτὸν ἀπεστρέφοντο καὶ ἐμίσουν, οὐκ εἶπον, Ποῦ ἔστιν ὁ Χριστός; ἀλλὰ, Ποῦ ἔστιν ἐκεῖνος;