Ancient Greek · ~12 min
Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1-6
Not analysed yet
Ἀλλ' ὁ Θεὸς κἀν τούτῳ βουλόμενος δεῖξαι, ὅτι τὸ φίλτρον οὐκ ἔσβεσεν ἡ ἁμαρτία, οὐδὲ τὴν πρὸς αὐτὸν εὔνοιαν ἀνεῖλεν ἡ παρακοὴ, ἀλλ' ἔτι προνοεῖ καὶ κήδεται τοῦ περιπεπτωκότος, φησίν· Ἀδὰμ, ποῦ εἶ; οὐκ ἀγνοῶν ὅπου διέτριβεν, ἀλλ' ἐπειδὴ τοῖς ἡμαρτηκόσιν ἔῤῥαπται τὸ στόμα, τῆς ἁμαρτίας ἀποστρεφούσης τὴν γλῶσσαν, καὶ τοῦ συνειδότος αὐτῆς ἐπιλαμβανομένου, καὶ μένουσιν ἀχανεῖς οἱ τοιοῦτοι, ὥσπερ τινὶ δεσμῷ τῇ σιγῇ κατεχόμενοι. Βουλόμενος ὁ Θεὸς εἰς παῤῥησίαν αὐτὸν ἐκκαλέσασθαι διαλέξεως, καὶ δοῦναι θαῤῥεῖν, καὶ εἰς ἀπολογίαν ὧν ἥμαρτεν ἐμβαλεῖν, ἵνα τινὸς ἀπολαύσῃ συγγνώμης, πρότερος αὐτὸς αὐτὸν ἐκάλεσε, τὸ πολὺ τῆς ἀγωνίας ὑποτεμνόμενος τῇ προσηγορίᾳ, καὶ τὸν φόβον ἀπελαύνων, καὶ τὸ στόμα διὰ ταύτης ἀνοίγων τῆς κλήσεως. Διὸ καὶ ἔλεγεν· Ἀδὰμ, ποῦ εἶ; Ἑτέρωθι κατέλιπόν σε, φησὶ, καὶ ἑτέρωθι νῦν εὑρίσκω· κατέλιπόν σε ἐν παῤῥησίᾳ καὶ δόξῃ, καὶ εὑρίσκω νῦν ἐν ἀτιμίᾳ καὶ σιγῇ. Καὶ σκόπει Θεοῦ κηδεμονίαν· οὐκ ἐκάλεσε τὴν Εὔαν, οὐκ ἐκάλεσε τὸν ὄφιν, ἀλλὰ τὸν ἁπάντων κουφότερον ἡμαρτηκότα, τοῦτον εἰς τὸ δικαστήριον εἰσάγει πρότερον, ἵνα ἀπὸ τοῦ δυναμένου συγγνώμης ἀπολαῦσαί τινος ἀρξάμενος, ἡμερωτέραν ἐνέγκῃ τὴν ψῆφον καὶ πρὸς τὴν μεγάλα ἐξαμαρτοῦσαν. Καὶ δικασταὶ μὲν οὖν τοὺς συνδούλους τοὺς ἑαυτῶν καὶ τῆς αὐτῆς αὐτοῖς κοινωνοῦντας φύσεως οὐκ ἀνέχονται δι' ἑαυτῶν ἐξετάζειν, ἀλλὰ μέσον τινὰ τῶν διακονουμένων αὐτοῖς προβαλλόμενοι, τὰς ἑαυτῶν ἐρωτήσεις ἐκεῖνον παρασκευάζουσι διαβιβάζειν πρὸς τὸν κατάδικον, καὶ δι' αὐτοῦ λέγουσι καὶ ἀκούουσιν ἅπερ ἂν ἐθέλωσιν, ἐπειδὰν τοὺς ἡμαρτηκότας ἐξετάζωσιν· ὁ δὲ Θεὸς οὐκ ἐδεήθη μεσίτου τινὸς πρὸς τὸν ἄνθρωπον, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ δικάζει καὶ παραμυθεῖται. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ διορθοῦται τὰ πλημμελήματα. Δικασταὶ μὲν γὰρ ἐπειδὰν λάβωσι λῃστὰς καὶ τυμβωρύχους, οὐχ ὅπως αὐτοὺς ἐργάσωνται βελτίους σκοποῦσιν, ἀλλ' ὅπως αὐτοὺς ἀπαιτήσωσι τῶν ἡμαρτημένων δίκην· ὁ δὲ Θεὸς τοὐναντίον ἅπαν· ἐπειδάν τινα λάβῃ ἡμαρτηκότα, οὐχ ὅπως ἀπαιτήσῃ δίκην σκοπεῖ, ἀλλ' ὅπως αὐτὸν διορθώσηται, καὶ βελτίω ποιήσῃ, καὶ πρὸς τὸ μέλλον ἀχείρωτον. Ὥστε ὁμοῦ καὶ δικαστὴς, καὶ ἰατρὸς, καὶ διδάσκαλός ἐστιν ὁ Θεός· καὶ γὰρ ὡς δικαστὴς ἐξετάζει, καὶ ὡς ἰατρὸς διορθοῦται, καὶ ὡς διδάσκαλος παιδεύει τοὺς ἡμαρτηκότας εἰς πᾶσαν ἐνάγων φιλοσοφίαν. Εἰ δὲ ἓν ῥῆμα ψιλὸν καὶ βραχὺ τοσαύτην ἐνεδείξατο τοῦ Θεοῦ τὴν κηδεμονίαν, τί εἰ πᾶσαν ταύτην ἀναγνῶμεν ὑμῖν τὴν δίκην, καὶ ὁλόκληρα ἀναπτύξωμεν τὰ ὑπομνήματα; Ὁρᾷς πῶς πᾶσα Γραφὴ παράκλησίς ἐστι καὶ παραμυθία; Ἀλλὰ ταῦτα μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐροῦμεν· πρὸ δὲ τούτων ἀναγκαῖον εἰπεῖν, πότε τὸ βιβλίον ἐδόθη τοῦτο· οὐ γὰρ δὴ ἐν ἀρχῇ, οὐδὲ εὐθέως τοῦ Ἀδὰμ γενομένου ταῦτα ἐγράφετο, ἀλλὰ μετὰ πολλὰς ὕστερον γενεάς· καὶ ἄξιον ζητῆσαι τίνος ἕνεκεν μετὰ πολλὰς ὕστερον γενεὰς, καὶ τί δήποτε Ἰουδαίοις μόνον, καὶ οὐχὶ πᾶσιν ἀνθρώποις, καὶ τί δήποτε τῇ Ἑβραΐδι γλώσσῃ, καὶ τίνος ἕνεκεν ἐπὶ τῆς ἐρήμου Σινᾶ; Οὐδὲ γὰρ τὸν τόπον ἁπλῶς ὁ Ἀπόστολος παρατρέχει· ἀλλὰ κἀντεῦθεν μεγάλην ἡμῖν παραδείκνυσι θεωρίαν, οὕτω λέγων· Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα.