Ancient Greek · ~15 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1
Not analysed yet
Ταῦτα οὖν ἅπαντα ὁ Τιμόθεος εἰδὼς, πανταχόθεν ἑαυτὸν ἠσφαλίζετο· ᾔδει γὰρ ὅτι χαλεπὸν ἡ νεότης, ὅτι εὐρίπιστον, εὐεξαπάτητον, εὐόλισθον, καὶ σφοδροτέρου δεῖται τοῦ χαλινοῦ· πυρὰ γάρ τίς ἐστι τῶν ἔξωθεν ἐπιλαμβανομένη ἁπάντων, ῥᾳδίως ἐκκαιομένη καὶ ταχέως. Διὰ τοῦτο πανταχόθεν αὐτὴν ἔφραττεν ὥστε συνεστάλθαι, καὶ τὴν φλόγα ταύτην παντὶ τρόπῳ μαραίνειν ἐσπούδαζε, καὶ τὸν ἵππον δυσχάλινον ὄντα καὶ δυσήνιον μετὰ πολλῆς ἦγχε τῆς σφοδρότητος, ἕως ὅτε αὐτοῦ τὰ σκιρτήματα περιέκοψεν, ἕως εὐήνιον ἐποίησε, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας ταῖς χερσὶ τοῦ ἡνιοχοῦντος αὐτὸν παρέδωκε λογισμοῦ. Ἀσθενείτω, φησὶ, τὸ σῶμα, καὶ μὴ ἀσθενείτω ἡ ψυχὴ, χαλινούσθω ἡ σὰρξ, καὶ μὴ ἐμποδιζέσθω ὁ πρὸς τὸν οὐρανὸν τῆς ψυχῆς δρόμος. Μετὰ δὲ τούτων κἀκεῖνο μάλιστα ἄν τις αὐτὸν ἀγάσαιτο, ὅτι καὶ ἐξησθενηκὼς οὕτως, καὶ τοσαύτῃ παλαίων ἀῤῥωστίᾳ, τῶν κατὰ Θεὸν οὐκ ἠμέλει πραγμάτων, ἀλλὰ τῶν ὑγιαινόντων καὶ σφριγώντων τὰ σώματα μᾶλλον πανταχοῦ περιίπτατο, νῦν μὲν εἰς Ἔφεσον, νῦν δὲ εἰς Κόρινθον, ἐν Μακεδονίᾳ πολλάκις, ἐν Ἰταλίᾳ, πανταχοῦ τῆς γῆς, πανταχοῦ τῆς θαλάττης μετὰ τοῦ διδασκάλου φαινόμενος, καὶ κοινωνῶν ἐν πᾶσι τῶν ἀγώνων αὐτῷ, καὶ τῶν ἐπαλλήλων κινδύνων καὶ τὴν φιλοσοφίαν τῆς ψυχῆς οὐκ ἤλεγξεν ἡ τοῦ σώματος ἀῤῥωστία· τοσοῦτός ἐστιν ὁ κατὰ Θεὸν ζῆλος, οὕτω κοῦφον ἐργάζεται τὸ πτερόν. Ὥσπερ γὰρ τοῖς τὰ σώματα ἔχουσιν εὐεκτοῦντα καὶ ὑγιῆ, κέρδος οὐδὲν ἔσται τῆς εὐεξίας, ἐὰν ἡ ψυχὴ καταβεβλημένη ᾖ καὶ ῥᾴθυμος καὶ νωθὴς, οὕτω τοῖς ἐξησθενημένοις οὐδὲν ἔσται βλάβος ἀπὸ τῆς ἀῤῥωστίας, ἐὰν ἡ ψυχὴ γενναία ᾖ καὶ διεγηγερμένη. Δοκεῖ μὲν οὖν τισιν ἡ παραίνεσις αὕτη καὶ συμβουλὴ ἐξουσίαν διδόναι πρὸς ἀδεεστέραν οἰνοποσίαν· τὸ δὲ οὐ τοιοῦτόν ἐστιν· ἀλλ' εἴ τις μετ' ἀκριβείας ἐξετάσειε τὴν ῥῆσιν αὐτὴν, νηστείας μᾶλλόν ἐστι τὸ πρᾶγμα παραίνεσις. Ἐννόησον γὰρ πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τοῦτο συνεβούλευσεν ὁ Παῦλος, ἀλλ' ὅτε εἶδεν καταβεβλημένην τὴν ἰσχὺν ἅπασαν, τότε συνεβούλευσε· καὶ οὐδὲ τότε ἁπλῶς, ἀλλὰ καὶ μετὰ προδιορισμοῦ τινος. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οἴνῳ χρῶ, ἀλλ', Οἴνῳ ὀλίγῳ· οὐκ ἐπειδὴ Τιμόθεος ταύτης ἐδεῖτο τῆς παραινέσεως καὶ τῆς συμβουλῆς, ἀλλ' ἐπειδὴ ἡμεῖς δεόμεθα. Διὰ τοῦτο ἐπιστέλλων ἐκείνῳ, μέτρα καὶ ὅρους ἡμῖν τίθησι τῆς οἰνοποσίας, τοσοῦτον κελεύων πίνειν, ὅσον διορθοῦν ἀσθένειαν, ὅσον ὑγείαν παρέχειν τῷ σώματι, ἀλλὰ μὴ νόσον ἑτέραν. Τῆς γὰρ ὑδροποσίας τῆς ἀφάτου οὐκ ἐλάττονα, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ χαλεπώτερα ἡ ἄμετρος οἰνοποσία τίκτει νοσήματα καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸν πόλεμον τῶν παθῶν, καὶ τὸν χειμῶνα τῶν ἀτόπων λογισμῶν ἐπεισάγουσα τῇ διανοίᾳ, καὶ τοῦ σώματος τὴν ἰσχὺν χαυνοτέραν καὶ πλαδαρωτέραν ἐργαζομένη. Οὐ γὰρ οὕτως ἡ τῆς γῆς φύσις ἐνοχληθεῖσα τῇ τῶν ὑδάτων πλεονεξίᾳ συνεχῶς διαλύεται, ὡς ἡ τοῦ σώματος δύναμις χαυνοῦται καὶ διαῤῥεῖ καὶ ἐξίτηλος γίνεται συνεχῶς οἰνοποσίαις ἐπαντλουμένη. Φεύγωμεν τοίνυν τὰς ἀμετρίας ἑκατέρωθεν, καὶ τῆς ὑγείας ἐπιμελώμεθα τοῦ σώματος, καὶ τὰ σκιρτήματα αὐτοῦ περικόπτωμεν. Οἶνος γὰρ ἐδόθη παρὰ Θεοῦ, οὐχ ἵνα μεθύωμεν, ἀλλ' ἵνα νήφωμεν, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀλγῶμεν. Οἶνος γὰρ εὐφραίνει, φησὶ, καρδίαν ἀνθρώπου· σὺ δὲ αὐτὸν ἀθυμίας ὑπόθεσιν ποιεῖς· καὶ γὰρ βαρύθυμοι οἱ μεθύοντες μεθ' ὑπερβολῆς, σκότου πολλοῦ κατασκεδαννυμένου τῶν λογισμῶν. Φάρμακόν ἐστιν ἄριστον, ὅταν τὴν συμμετρίαν ἔχῃ ἀρίστην. Τοῦτο καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν χρήσιμον τὸ χωρίον, τοὺς διαβάλλοντας τοῦ Θεοῦ τὴν κτίσιν· εἰ γὰρ ἦν τῶν κεκωλυμένων, οὐκ ἂν ἐπέτρεψεν ὁ Παῦλος, οὐκ ἂν εἶπεν οἴνῳ κεχρῆσθαι. Οὐ πρὸς αἱρετικοὺς δὲ μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀφελεστέρους τῶν ἡμετέρων ἀδελφῶν, οἳ ἐπὰν ἴδωσί τινας ὑπὸ μέθης ἀσχημονοῦντας, ἀφέντες κακίζειν ἐκείνους, τὸν παρὰ τοῦ Θεοῦ δοθέντα καρπὸν διαβάλλουσι, λέγοντες, Μὴ ἔστω οἶνος. Λέγωμεν τοίνυν πρὸς αὐτοὺς, Μὴ ἔστω μέθη· οἶνος γὰρ ἔργον Θεοῦ, μέθη δὲ ἔργον διαβόλου· οὐχ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ ἀσωτία ποιεῖ τὴν μέθην· μὴ διάβαλλε τοῦ Θεοῦ τὸ δημιούργημα, ἀλλὰ κατηγόρει τῆς τοῦ συνδούλου μανίας. Σὺ δὲ ἀφεὶς τὸν ἁμαρτάνοντα κολάζειν καὶ διορθοῦσθαι, τὸν εὐεργετοῦντα ὑβρίζεις;