Ancient Greek · ~18 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1
Not analysed yet
Συγχωρήσατε δέ μοι, πρὶν ἢ τὴν λύσιν τοῖς ζητήμασι τούτοις ἐπαγαγεῖν, εἰπεῖν τι περὶ τῆς ἀρετῆς τοῦ Τιμοθέου, καὶ τῆς τοῦ Παύλου κηδεμονίας. Τί γὰρ ἐκείνου φιλοστοργότερον γέγονεν, ὃς ἐκ τοσούτου διαστήματος ὢν καὶ τοσούτοις κυκλούμενος πράγμασιν, ὑπὲρ τῆς ὑγείας τοῦ στομάχου τοῦ μαθητοῦ τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ μετὰ ἀκριβείας ἐπέστελλεν ὑπὲρ τῆς τοῦ νοσήματος διορθώσεως; Τί δὲ τῆς ἀρετῆς ἴσον τῆς Τιμοθέου; Οὕτως ὑπερεώρα τρυφῆς, καὶ κατεγέλα πολυτελοῦς τραπέζης, ὡς καὶ εἰς ἀσθένειαν ἐμπεσεῖν ἐκ τῆς ἄγαν σκληραγωγίας καὶ ἐπιτεταμένης νηστείας. Ὅτι γὰρ οὐ φύσει τοιοῦτος ἦν, ἀλλ' ὑπὸ νηστείας καὶ ὑδροποσίας τοῦ στομάχου κατέβαλε τὴν ἰσχὺν, αὐτοῦ τοῦ Παύλου μετ' ἀκριβείας τοῦτο δηλοῦντος ἀκούσατε. Οὐ γὰρ ἁπλῶς εἶπεν, Οἴνῳ ὀλίγῳ χρῶ· ἀλλὰ πρότερον εἰπὼν, Μηκέτι ὑδροπότει, τότε τὴν τῆς οἰνοποσίας προςέθηκε συμβουλήν. Τὸ δὲ, μηκέτι, δηλοῦντος ἦν, ὅτι μέχρι τότε ὑδροπότει, καὶ διὰ τοῦτο γέγονεν ἀσθενής. Τίς οὖν οὐκ ἂν ἐκπλαγείη τὴν φιλοσοφίαν αὐτοῦ καὶ τὴν ἀκρίβειαν; Αὐτῶν ἐπελάβετο τῶν οὐρανῶν, καὶ πρὸς τὸ τῆς ἀρετῆς ἄκρον ἤλασε· καὶ ταῦτα ὁ διδάσκαλος αὐτῷ μαρτυρεῖ οὕτω λέγων· Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Ὅταν δὲ Παῦλος αὐτὸν καλεῖ τέκνον καὶ τέκνον πιστὸν καὶ ἀγαπητὸν, ἀρκεῖ τὰ ῥήματα ταῦτα ἅπασαν αὐτοῦ δεῖξαι τὴν ἀρετήν. Αἱ γὰρ τῶν ἁγίων κρίσεις οὐ πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν γίνονται, ἀλλὰ πάσης εἰσὶν ἀπηλλαγμέναι προλήψεως. Οὐκ ἦν οὕτω ζηλωτὸς ὁ Τιμόθεος, εἰ Παύλου τέκνον ἦν φύσει, ὥς ἐστι θαυμαστὸς νῦν, ὅτι κατὰ σάρκα μηδὲν αὐτῷ προσήκων, διὰ τῆς κατὰ τὴν εὐλάβειαν συγγενείας εἰς τὴν υἱοθεσίαν εἰσήγαγεν ἑαυτὸν τὴν ἐκείνου, μετὰ ἀκριβείας τοὺς χαρακτῆρας τῆς ἐκείνου φιλοσοφίας διασώζων ἐν ἅπασι. Καθάπερ γὰρ μόσχος ταύρῳ συμβεβλημένος, οὕτω τὸν ζυγὸν εἷλκε μετ' αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης, καὶ οὐδὲν ἠλαττοῦτο διὰ τὴν ἡλικίαν, ἀλλ' ἡ προθυμία ἁμιλλᾶσθαι τοῖς τοῦ διδασκάλου πόνοις αὐτὸν παρεσκεύαζε. Καὶ τούτων πάλιν μάρτυς αὐτὸς ὁ Παῦλος, οὕτω λέγων· Μηδεὶς οὖν αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Εἶδες πῶς ἀπαράλλακτον αὐτῷ μαρτυρεῖ σπουδήν; Εἶτα ἵνα μὴ νομισθῇ χάριτι ταῦτα λέγειν, αὐτοὺς τοὺς ἀκροατὰς ποιεῖται μάρτυρας τῆς τοῦ παιδὸς ἀρετῆς, οὕτω λέγων· Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατέρα τέκνον, οὕτω σὺν ἐμοὶ ἐδούλευσεν ἐν τῷ Εὐαγγελίῳ· πεῖραν ὑμεῖς εἰλήφατε τῆς ἀρετῆς αὐτοῦ, καὶ τῆς δοκίμου ψυχῆς. Ἀλλ' ὅμως πρὸς τοσοῦτον ὕψος κατορθωμάτων ἀνελθὼν, οὐδὲ οὕτως ἐθάῤῥει, ἀλλ' ἐναγώνιος ἦν καὶ περιδεής· διὸ καὶ μετ' ἀκριβείας ἐνήστευε, καὶ οὐκ ἔπαθε τοῦτο τὸ τῶν πολλῶν, οἳ δέκα μόνον, ἢ καὶ εἴκοσι μῆνας νηστείᾳ παρεσχηκότες ἑαυτοὺς, εὐθέως ἅπαντα καταλύουσιν. Ἀλλ' ἐκεῖνος οὐδὲν τοιοῦτον ἔπαθεν, οὐδὲ εἶπέ τι τοιοῦτον πρὸς ἑαυτόν· Τί μοι νηστείας χρεία λοιπόν; περιεγενόμην, ἐκράτησα τῶν ἐπιθυμιῶν, ἐνέκρωσά μου τὸ σῶμα, δαίμονας ἐφόβησα, τὸν διάβολον ἀπήλασα, νεκροὺς ἀνέστησα, λεπροὺς ἐκάθηρα, ταῖς ἀντικειμέναις δυνάμεσίν εἰμι φοβερός· τί μοι νηστείας δεῖ λειπὸν, καὶ τῆς ἐντεῦθεν ἀσφαλείας; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ὅσῳ μυρίων ἔγεμε κατορθωμάτων, τοσούτῳ μᾶλλον ἐδεδίει καὶ ἔτρεμε· καὶ ταύτην παρὰ τοῦ διδασκάλου τὴν φιλοσοφίαν ἐμάνθανε. Καὶ γὰρ ἐκεῖνος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ ἀκούσας ῥήματα ἄῤῥητα, καὶ μυστηρίων κοινωνήσας τοιούτων, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπιδραμὼν καθάπερ τις ὑπόπτερος, Κορινθίοις ἐπιστέλλων ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος φοβεῖται μετὰ τοιαῦτα καὶ τοσαῦτα κατορθώματα, ὁ δυνηθεὶς εἰπεῖν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρὴ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν ὦμεν πολλὰ συνειληχότες κατορθώματα. Καὶ γὰρ ὁ διάβολος ἀγριώτερος τότε γίνεται, τότε ἐκθηριοῦται πλέον, ὅταν ἴδῃ μετ' ἐπιμελείας ἡμᾶς τὸν ἑαυτῶν οἰκονομοῦντας βίον· ὅταν ἴδῃ τὰ φορτία τῆς ἀρετῆς συγκείμενα, καὶ πολὺν ὄντα τὸν ὄγκον, τότε σπουδάζει χαλεπώτερον ἐργάσασθαι τὸ ναυάγιον. Ὁ μὲν γὰρ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, κἂν ὑποσκελισθῇ καὶ καταπέσῃ, οὐ τοσαύτην τῷ κοινῷ φέρει τὴν βλάβην· ὁ δὲ ὥσπερ ἐν ὕψει τινὶ τῇ τῆς ἀρετῆς κορυφῇ μετὰ πολλῆς τῆς περιφανείας ἑστὼς, καὶ πᾶσι δῆλος καὶ γνώριμος ὢν, καὶ παρὰ πάντων θαυμαζόμενος, ὅταν ἐπηρεασθεὶς καταπέσῃ, μεγάλην τὴν πτῶσιν καὶ τὴν ζημίαν ἐργάζεται· οὐχ ὅτι μόνον ἐξ ὕψους κατέπεσεν, ἀλλ' ὅτι καὶ πολλοὺς ῥᾳθυμοτέρους ἐποίησε τῶν πρὸς αὐτὸν βλεπόντων. Καὶ καθάπερ ἐν σώματι. μέλους μὲν ἑτέρου διαφθαρέντος, οὐ πολλὴ ἡ βλάβη, τῶν δὲ ὀφθαλμῶν πηρωθέντων ἢ τῆς κεφαλῆς παραβλαβείσης, ὅλον τὸ σῶμα ἄχρηστον γίνεται· οὕτω δὴ καὶ ἐπὶ τῶν ἁγίων καὶ μεγάλα κατορθωκότων ἔστιν εἰπεῖν· ὅταν ἐκεῖνοι σβεσθῶσιν, ὅταν κηλῖδά τινα προστρίψωνται, ὁλόκληρον καὶ ἀφόρητον τῷ λοιπῷ σώματι τὴν βλάβην φέρουσι.