Ancient Greek
Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1-11
Not analysed yet
Πολλοὺς δὲ καὶ ἑτέρους μετὰ τοῦ συνειδότος ἐπέστησεν ἡμῖν διδασκάλους ὁ Θεός· καὶ γὰρ πατέρας τοῖς υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις, καὶ ἄνδρας ταῖς γυναιξὶ, καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις. Πολλάκις δὲ καὶ παρ' ἐχθρῶν ἐκερδάναμεν οὐκ ἔλαττον ἢ παρὰ φίλων· ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν διεγείρουσι. Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ πλήθους τῶν πρὸς αὐτὸ συνελαυνόντων ἡμᾶς οὐκ ἀφιέντος ἐκπεσεῖν τῶν συμφερόντων ἡμῖν. Κἂν γὰρ τῶν γεγεννηκότων καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνους διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐγκείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται, καὶ νέους μὲν ὄντας διδάσκαλοι καὶ πατέρες, αὐξηθέντας δὲ οἱ νομοθέται καὶ ἄρχοντες παραλαβόντες ῥυθμίζουσιν· οἵ τε οἰκέται, ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας· καὶ πολλὰ πανταχόθεν ἡμῶν τῷ γένει τὰ τειχία πρὸς τὸ μὴ ῥᾳδίως εἰς κακίαν ἐξολισθῆσαι καὶ καταπεσεῖν. Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι· καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα. Οὐ φοβεῖ σε πατήρ; οὐδὲ διδάσκαλος; οὐκ ἄρχων; οὐ νομοθέτης; οὐ δικαστής; οὐκ ἐντρέπει σε φίλος; οὐ δάκνει σε ἐχθρός; οὐ σωφρονίζει δεσπότης; οὐ διδάσκει ἀνήρ; οὐ διορθοῦταί σε τὸ συνειδός; Ἀλλ' ἀῤῥωστία πολλάκις ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατώρθωσε, καὶ ζημία δὲ τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπίπτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν εἴωθε· καὶ αὐτοὶ μὲν μηδέν τι παθόντες, ἑτέρους δὲ κολαζομένους ἰδόντες οὐκ ἔλαττον ἐκείνων ἐσωφρονίσθημεν. Τοῦτο καὶ ἐπὶ τῶν κατορθωμάτων συμβαῖνον ἵδοι τις ἄν· ὥσπερ γὰρ κολαζομένων τῶν κακῶν ἕτεροι βελτίους γίνονται· οὕτω τῶν ἀγαθῶν τι κατορθούντων, πολλοὶ εἰς τὸν ἴσον ἐνάγονται ζῆλον· ὃ δὴ καὶ ἐπὶ τῆς τῶν ὅρκων συνέβη φυγῆς. Πολλοὶ γὰρ ἑτέρους ἰδόντες τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνήθειαν, ἐμιμήσαντο τὴν σπουδὴν, καὶ περιεγένοντο τῆς ἁμαρτίας· διὸ καὶ ἡμεῖς προθυμότερον τῆς αὐτῆς ἁπτόμεθα πάλιν παραινέσεως. Μὴ γάρ μοι λεγέτω τις, ὅτι πολλοὶ κατώρθωσαν· οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ' ἵνα πάντες. Ἔως δ' ἂν μὴ τοῦτο ἴδω, οὐ δύναμαι ἀναπνεῦσαι. Ὁ ποιμὴν ἐκεῖνος ἑκατὸν πρόβατα εἶχε, καὶ ἑνὸς πλανηθέντος, οὐκ ἐλάμβανεν αἴσθησιν τῆς σωτηρίας τῶν ἐνενήκοντα ἐννέα, ἕως ἂν τὸ ἀπολωλὸς εὗρε καὶ τῇ ποίμνῃ πάλιν ἀπέδωκεν. Οὐχ ὁρᾷς καὶ ἐπὶ τοῦ σώματος τοῦτο γινόμενον; ἐὰν γὰρ τὸν ὄνυχα μόνον προσπταίσαντες ἀναστρέψωμεν, ὅλον τῷ μέλει συναλγεῖ τὸ σῶμα. Μὴ τοίνυν τοῦτο εἴπῃς, ὡς ὀλίγοι τινὲς ὑπελείφθησαν οἱ μὴ κατωρθωκότες, ἀλλ' ἐκεῖνο σκόπει ὅτι οὗτοι οἱ ὀλίγοι μὴ διορθωθέντες πολλοὺς διαφθείρουσιν ἑτέρους. Καὶ γὰρ εἷς ἦν ὁ πεπορνευκὼς παρὰ Κορινθίοις, καὶ ὅμως οὕτως ἔστενεν ὁ Παῦλος ὡς ὅλης τῆς πόλεως ἀπολωλυίας. Καὶ μάλα εἰκότως· ᾔδει γὰρ ὅτι μὴ σωφρονισθέντος ἐκείνου ταχέως τὸ νόσημα βαδίζον ὁδῷ καὶ τοὺς ἄλλους ἐπιδραμεῖται πάντας. Εἶδον πρώην ἐν τῷ δικαστηρίῳ δεδεμένους καὶ ἀπαγομένους διὰ μέσης τῆς ἀγορᾶς τοὺς περιφανεῖς ἐκείνους ἄνδρας, καί τινων θαυμαζόντων διὰ τὴν ὑπερβολὴν τῆς ὕβρεως, Οὐδὲν χρὴ θαυμάζειν, ἕτεροι ἔλεγον· ἔνθα γὰρ ἂν ᾖ καθοσίωσις, ἀξίωμα οὐδὲν ὠφελεῖ. Οὐκοῦν πολλῷ μᾶλλον ἔνθα ἂν ἀσέβεια ᾖ, ἀξίωμα οὐδὲν ὠφελεῖ.