Ancient Greek
Εὐχαριστία ἔτι πρὸς τὸν Θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν. Ὁμιλία ιγʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 5
Not analysed yet
Ταῦτα οὖν ἐννοοῦντες διαναστήσωμεν ἑαυτούς· ἐὰν γὰρ μὴ τὴν παρ' ὑμῶν σπουδὴν ὑμεῖς εἰσενέγκητε, περιττὰ τὰ παρ' ἡμῶν ἅπαντα. Τί δήποτε; Ὅτι οὐχ ὥσπερ αἱ λοιπαὶ τέχναι, οὕτω καὶ ἡ διδασκαλική ἐστι δύναμις. Ὁ μὲν γὰρ ἀργυροκόπος οἷον ἂν χαλκεύσῃ τὸ σκεῦος καὶ ἀπόθηται, τοιοῦτον ἐλθὼν τῇ ἐπιούσῃ πάλιν εὐρήσει· καὶ ὁ χαλκοτύπος, καὶ ὁ λιθοξόος, καὶ τῶν δημιουργῶν ἕκαστος οἷον ἂν ἀφῇ τὸ οἰκεῖον ἔργον, τοιοῦτον ἀπολήψεται πάλιν· ἐπὶ δὲ ἡμῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· οὐ γὰρ ἄψυχα σκεύη, ἀλλὰ ψυχὰς χαλκεύομεν λογικάς. Διὰ τοῦτο οὐ τοιούτους ὑμᾶς εὑρίσκομεν οἵους καταλιμπάνομεν, ἀλλ' ἐπειδὰν λαβόντες μετὰ πολλοῦ καμάτου διαπλάσωμεν, διορθώσωμεν, θερμοτέρους ἐργασώμεθα, ἐξελθόντας ὑμᾶς ἡ τῶν πραγμάτων περίστασις πανταχόθεν περιστοιχιζομένη διαστρέφει πάλιν, καὶ πλείονα παρέχει τὴν δυσκολίαν ἡμῖν. Διὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐνταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ἀλλὰ τί πάθω; τοῦτο ἀμήχανον· ἑκάστῳ γὰρ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδώσει. Ὥσπερ οὖν μήτηρ ὁρῶσα τὸ παιδίον πυρέττον, παρεστῶσα ἀγχομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπε πρὸς τὸ νοσοῦν παιδίον, Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἐγὼ λέγω νῦν· Εἴθε δυνατὸν ἦν ἐμὲ πονήσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων· ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τῶν αὐτῷ πραττομένων ἕκαστον ἀνάγκη δοῦναι τὰς εὐθύνας, καὶ οὐκ ἂν ἴδοι τις ἕτερον ὑπὲρ ἑτέρου κολαζόμενον. Διὰ τοῦτο ὀδυνῶμαι καὶ θρηνῶ, ὅτι κατὰ τὴν ἡμέραν ὑμῖν ἐκείνην ἐγκαλουμένοις οὐ δυνήσομαι παραστῆναι· μάλιστα μὲν γὰρ οὐδὲ παῤῥησία μοι πρὸς τὸν Θεόν ἐστι τοσαύτη. Εἰ δὲ καὶ παῤῥησίαν εἶχον, οὐκ εἰμὶ Μωσέως ἁγιώτερος, οὐδὲ Σαμουὴλ δικαιότερος, οὓς ἐπὶ τοσοῦτον ἀρετῆς ἥκοντας οὐκ ἔφη δύνασθαί τι τοὺς Ἰουδαίους ὠφελήσειν, διὰ τὸ πολλῇ ῥᾳθυμίᾳ αὐτοὺς ἐκείνους ἐκδοθῆναι. Ἐπεὶ οὖν ἀπὸ τῶν οἰκείων ἔργων κολαζόμεθα καὶ σωζόμεθα, σπουδάσωμεν, παρακαλῶ, μετὰ τῶν ἄλλων ἁπάντων καὶ ταύτην ἐκπληρῶσαι τὴν ἐντολὴν, ἵνα μετὰ χρηστῆς ἐλπίδος ἐντεῦθεν ἀπελθόντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.