Ancient Greek
Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1-12
Not analysed yet
Πλὴν ἀλλ' ἵδωμεν τὰ ἑξῆς. Καὶ εἶπε Σαούλ· Καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων καὶ διαρπάσωμεν αὐτούς. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. Τὸ γὰρ παλαιὸν ὁ Θεὸς ἐστρατήγει τῶν πολέμων, καὶ χωρὶς τῆς ἐκείνου γνώμης οὐδέποτε ἐτόλμων ἅπτεσθαι μάχης, καὶ ὁ πόλεμος αὐτοῖς εὐσεβείας ὑπόθεσις ἐγίνετο. Οὔτε γὰρ ἐξ ἀσθενείας σώματος, ἀλλ' ἀπὸ ἁμαρτιῶν ἡττῶντο, εἴ ποτε καὶ ἡττήθησαν, οὔτε ἀπὸ δυνάμεως καὶ ἀνδρείας, ἀλλ' ἀπὸ εὐνοίας τῆς ἄνωθεν ἐκράτουν, ὁπότε καὶ ἐκράτουν. Καὶ ἡ νίκη καὶ ἡ ἧττα γυμνάσιον αὐτοῖς καὶ διδασκάλιον ἀρετῆς ἦν, οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ τοῖς πολεμοῦσιν αὐτοῖς· καὶ γὰρ καὶ ἐκείνοις τοῦτο κατάδηλον ἦν, ὅτι οὐ τῇ φύσει τῶν ὅπλων ὁ πρὸς Ἰουδαίους ἐκρίνετο πόλεμος, ἀλλὰ τῷ βίῳ τῶν πολεμούντων καὶ τοῖς κατορθώμασι. Τοῦτο γοῦν ποτε συνιδόντες οἱ Μαδιηναῖοι, καὶ γνόντες ὡς ἀκαταμάχητόν ἐστι τὸ ἔθνος ἐκεῖνο, καὶ μηχανήμασι μὲν καὶ ὅπλοις ἀμήχανον αὐτὸ καταγωνίσασθαι, ἁμαρτίᾳ δὲ μόνον δυνατὸν αὐτοὺς ἑλεῖν, παρθένους καλλωπίσαντες εὐμόρφους καὶ στήσαντες ἐπὶ τῆς παρατάξεως, εἰς ἀσέλγειαν ἐξεκαλοῦντο τοὺς στρατιώτας, διὰ τῆς πορνείας ἀποστῆσαι τοῦ Θεοῦ τὴν συμμαχίαν σπουδάζοντες· ὅπερ δὴ καὶ συνέβη. Ἐπειδὴ γὰρ ἐνέπεσον εἰς τὴν ἁμαρτίαν, εὐχείρωτοι πᾶσιν ἐγένοντο, καὶ οὓς ὅπλα καὶ ἵπποι καὶ στρατιῶται καὶ τοσαῦτα μηχανήματα ἑλεῖν οὐκ ἴσχυσαν, τούτους ἁμαρτίας φύσις δεδεμένους τοῖς πολεμίοις παρέδωκε· καὶ ἀσπίδες μὲν καὶ δόρατα καὶ βέλη πάντα ἠλέγχετο, ὄψεως δὲ εὐμορφία καὶ ψυχῆς ἀκολασία τοὺς γενναίους ἐχειρώσατο τούτους. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ καταμάνθανε κάλλος ἀλλότριον, καὶ μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ὃ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Πόρνη γὰρ φιλεῖν οὐκ ἐπίσταται, ἀλλ' ἐπιβουλεύει μόνον· ἰὸν ἔχει αὐτῆς τὸ φίλημα, καὶ φάρμακον δηλητήριον τὸ στόμα. Εἰ δὲ οὐ φαίνεται εὐθέως, διὰ τοῦτο μᾶλλον ἀποφεύγειν αὐτὴν δεῖ, ὅτι περιέστειλε τὸν ὄλεθρον, καὶ τὸν θάνατον ἐγκεκρυμμένον ἔχει, καὶ οὐδὲ ἀφίησιν ἐκ προοιμίων γενέσθαι κατάδηλον. Ὥστε εἴ τις ἡδονὴν διώκει, καὶ εὐθυμίας γέμοντα βίον, τὰς τῶν πορνευομένων γυναικῶν φευγέτω συνουσίας· πολέμων γὰρ μυρίων καὶ θορύβων τὰς τῶν ἐραστῶν πληροῦσι ψυχὰς, μάχας αὐτοῖς καὶ φιλονεικίας κινοῦσαι διηνεκεῖς διὰ ῥημάτων, διὰ πραγμάτων ἁπάντων. Καὶ καθάπερ οἱ τῶν ἐχθρῶν πολεμιώτατοι, οὕτω δὴ καὶ αὗται πάντα ποιοῦσι καὶ πραγματεύονται, ὥστε καὶ αἰσχύνῃ καὶ πενίᾳ καὶ τοῖς ἐσχάτοις αὐτοὺς περιβαλεῖν κακοῖς. Καὶ ὃν τρόπον οἱ θηραταὶ τὰ δίκτυα ἀναπετάσαντες, τὰ ἄγρια τῶν ζώων ἐμβάλλειν ἐπιχειροῦσιν, ὥστε αὐτὰ κατασφάξαι· οὕτω δὴ καὶ αὗται, ἐπειδὰν τὰ πτερὰ τῆς ἀσελγείας πάντοθεν ἀναπετάσωσι δι' ὀφθαλμῶν καὶ σχημάτων καὶ ῥημάτων, εἶτα τοὺς ἑαυτῶν ἐραστὰς ἐμβάλωσι καὶ καταδήσωσιν, οὐ πρότερον ἀφίστανται, ἕως ἂν αὐτῶν καὶ αὐτὸ τὸ αἷμα ἐκπίωσιν, ἐπεμβαίνουσαι μετὰ ταῦτα καὶ κωμῳδοῦσαι αὐτῶν τὴν ἄνοιαν, καὶ πολὺν αὐτῶν καταχέουσαι τὸν γέλωτα. Οὐδὲ γὰρ ἐλεεῖσθαι λοιπὸν ὁ τοιοῦτος ἄξιος, ἀλλὰ γελᾶσθαι καὶ σκώπτεσθαι, ὅταν γυναικὸς, καὶ γυναικὸς πόρνης ἀλογώτερος φαίνηται. Διὰ τοῦτο παραινεῖ πάλιν ὁ σοφὸς ἐκεῖνος λέγων· Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· καὶ πάλιν· Ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι· περὶ γυναικὸς τῆς νόμῳ γάμου συνοικούσης τοιαῦτα λέγων· Τί καταλιμπάνεις τὴν βοηθὸν, καὶ πρὸς τὴν ἐπίβουλον τρέχεις; τί τὴν κοινωνὸν ἀποστρέφῃ τοῦ βίου, καὶ τὴν ἀνατρέπουσάν σου τὴν ζωὴν θεραπεύεις; Αὕτη σοῦ μέλος ἐστὶ καὶ σῶμα, ἐκείνη δὲ ξίφος ἐστὶν ἠκονημένον. Διὸ, ἀγαπητοὶ, φεύγετε τὴν πορνείαν, καὶ διὰ τὰ παρόντα κακὰ, καὶ διὰ τὴν μέλλουσαν κόλασιν. Τάχα δοκοῦμεν τῆς ὑποθέσεως ἐκπεπτωκέναι, ἀλλ' οὐκ ἔστι τοῦτο ἐκπεσεῖν· οὐ γὰρ ἁπλῶς ὑμῖν ἱστορίας ἀναγνῶναι βουλόμεθα, ἀλλ' ὥστε ἕκαστον τῶν ἐνοχλούντων ὑμῖν διορθώσασθαι παθῶν· διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον. Ἐπανίωμεν τοίνυν ὅθεν ἐξέβημεν ταῦτα εἰπεῖν. Καὶ εἶπεν ὁ ἱερεύς· Προσέλθωμεν πρὸς τὸν Θεόν. Καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, καὶ εἰ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὁ Κύριος. Ὅρα πραότητα καὶ ἐπιείκειαν τοῦ φιλανθρώπου Θεοῦ· οὐ γὰρ σκηπτὸν ἀφῆκεν, οὐδὲ τὴν γῆν ἔσεισεν, ἀλλ' ὃ φίλοι πρὸς φίλους ποιοῦσιν, ἐπειδὰν ὑβρισθῶσι, τοῦτο πρὸς τὸν δοῦλον ὁ Δεσπότης ἐποίησε· παρεσιώπησε μόνον, διὰ τῆς σιγῆς φθεγγόμενος καὶ πᾶσαν ἐνδεικνύμενος αὐτῷ τὴν ὀργήν. Συνεῖδε τοῦτο ὁ Σαοὺλ, Καὶ εἶπε, φησί· Προσαγάγετε τὰς φυλὰς τοῦ λαοῦ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον, ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραὴλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. Εἶδες προπέτειαν; ἰδὼν τὸν πρότερον ὅρκον παραβαθέντα, οὐδὲ οὕτω σωφρονίζεται, ἀλλὰ καὶ δεύτερον προστίθησι πάλιν. Καὶ σκόπει διαβόλου κακουργίαν. Ἐπειδὴ γὰρ συνεῖδεν ὅτι πολλάκις ὁ παῖς φωραθεὶς καὶ εἰς μέσον ἐνεχθεὶς, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως τὸν πατέρα πραῧναι δύναται καὶ μαλάξαι τὸν τοῦ βασιλέως θυμὸν, δευτέρων πάλιν ὅρκων ἀνάγκῃ προκατέλαβεν αὐτοῦ τὴν γνώμην, διπλῷ τινι δεσμῷ κατέχων αὐτὸν, καὶ οὐκ ἀφιεὶς τῆς οἰκείας γενέσθαι γνώμης κύριον, ἀλλὰ πανταχόθεν αὐτὸν ὠθῶν εἰς τὴν παράνομον ἐκείνην σφαγήν. Καὶ οὔπω τοῦ ἡμαρτηκότος φανέντος τὴν κρίσιν πεποίηται, καὶ τὸν ἁλόντα οὐκ εἰδὼς ἀπεφήνατο, καὶ ὁ πατὴρ ἐγένετο δήμιος, καὶ πρὸ τῆς ἐξετάσεως τὴν καταδικάζουσαν ψῆφον ἐξήνεγκε. Τί τούτου γένοιτ' ἃν ἀλογώτερον;